Ὁμήρου Ἴλιας
Ἡροδότου Ἁλικαρνασέως
Θουκυδίδου Ἱστορίαι
Ξενοϕῶντος Ἀνάβασις
Πλάτωνος Φαίδων
Ἀριστοτέλους Ἀθηναίων πολιτεία
Λυσίου Κατὰ τῶν σιτοπολῶν
Στραβῶνος Γεωγραϕικά
Πλουτάρχου Κράσσος
Ἀππιανοῦ Ἐμϕύλια
Καινὴ διαθήκη. Λουκᾶς
Παυσανίου Περιήγησις τῆς Ἑλλάδος
Ἀῤῥιανοῦ Ἀνάβασις Ἀλεξάνδρου
Ἰωάννου τοῦ Χρυσοστόμου Λόγος κατηχητικός
Βίος τοῦ Γεωργίου τοῦ ἀρχιεπισκόπου Ἀμάστριδος
Γεωργίου τοῦ Κεδρηνοῦ Σύνοψις ἱστοριῶν
λοιμός. μῆνις
I. 1 Μῆνιν ἄειδε5,
θεὰ, Πηληϊάδεω11 Ἀχιλῆος16
οὐλομένην3,
ἣ μυρί' Ἀχαιοῖς ἄλγε'18
ἔθηκεν,
πολλὰς
δ' ἰϕθίμους ψυχὰς
Ἄϊδι6 προΐαψεν
ἡρώων,
αὐτοὺς δὲ ἑλώρια
τεῦχε30 κύνεσσιν15
5 οἰωνοῖσί13
τε πᾶσι, Διὸς δ' ἐτελείετο
βουλή,
ἐξ
οὗ δὴ τὰ πρῶτα διαστήτην
ἐρίσαντε
Ἀτρεΐδης
τε ἄναξ ἀνδρῶν καὶ
δῖος Ἀχιλλεύς.
II. 188aa Ὅν τινα μὲν
βασιλῆα16 καὶ
ἔξοχον ἄνδρα
κιχείη,
τὸν δ'
ἀγανοῖς
ἐπέεσσιν15
ἐρητύσασκε30
παραστάσ ·
190 «δαιμόνι'
οὔ σε ἔοικε
κακὸν ὣς
δειδίσσεσθαι;
ἀλλ'
αὐτός τε
κάθησο καὶ
ἄλλους ἵδρυε
λαούσ.
οὐ γάρ
πω σάϕα οἶσθ'
οἷος νόος5
Ἀτρεΐωνοσ ·
νῦν
μὲν πειρᾶται,
τάχα δ' ἴψεται
υἷας20 Ἀχαιῶν.
ἐν
βουλῇ δ' οὐ
πάντες
ἀκούσαμεν
οἷον ἔειπεν31.
195 a μή τι
χολωσάμενος
ῥέξῃ κακὸν
υἷας20 Ἀχαιῶν.
θυμὸς
δὲ μέγας ἐστὶ
διοτρεϕέος18
βασιλῆος16,
τιμὴ δ'
ἐκ Διός ἐστι,
ϕιλεῖ δέ ἑ22
μητίετα Ζεύς.»
Ὂν δ' αὖ
δήμου τ' ἄνδρα
ἴδοι βοόωντά32 τ'
ἐϕεύροι,
τὸν σκήπτρῳ
ἐλάσασκεν38 ὁμοκλήσασκέ38
τε μύθῳ·
200 «δαιμόνι',
ἀτρέμας ἧσο41
καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο22
ϕέρτεροί21 εἰσι,
σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις,
οὔτε ποτ' ἐν πολέμῳ ἐναρίθμιος
οὔτ' ἐνὶ36 βουλῇ.
οὐ μέν πως πάντες βασιλεύσομεν
ἐνθάδ' Ἀχαιοί.
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
205 εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου
πάϊς6
ἀγκυλομήτεω11
(σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σϕισι βασιλεύῃ).»
Ὣς
ὅ γε κοιρανέων5
δίεπε30 στρατόν·
οἳ δ' ἀγορήνδε
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ
κλισιάων9
ἠχῇ, ὡς ὅτε κῦμα πολυϕλοίσβοιο
θαλάσσης
210 αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ
δέ τε πόντος.
Ἄλλοι
μέν ῥ' ἕζοντο30,
ἐρήτυθεν δὲ καθ' ἕδρασ·
Θερσίτης
δ' ἔτι μοῦνος3
ἀμετροεπὴς ἐκολῴα,
ὃς ῥ'
ἔπεα18 ϕρεσὶν
ᾗσιν24 ἄκοσμά τε
πολλά τε ᾔδη,
μάψ,
ἀτὰρ οὐ κατὰ κόσμον,
ἐριζέμεναι29
βασιλεῦσιν,
215 ἀλλ' ὅτι οἱ εἴσαιτο35
γελοίϊον6
Ἀργείοισιν
ἔμμεναι·33
αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν·
ϕολκὸς
ἔην33, χωλὸς δ'
ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
κυρτώ, ἐπὶ στῆθος συνοχωκότε·
αὐτὰρ ὕπερθεν
ϕοξὸς
ἔην33 κεϕαλήν,
ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
220 ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν ἠδ' Ὀδυσῆϊ·
τὼ γὰρ
νεικείεσκε38·
τότ' αὖτ' Ἀγαμέμνονι δίῳ
ὀξέα
κεκληγὼς λέγ'
ὀνείδεα18· τῷ δ'
ἄρ' Ἀχαιοὶ
ἐκπάγλως
κοτέοντο30
νεμέσσηθέν τ'
ἐνὶ36 θυμῷ.
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα
νείκεε5 μύθῳ·
225 «Ἀτρεΐδη,
τέο23 δὴ αὖτ'
ἐπιμέμϕεαι26
ἠδὲ χατίζεις;
πλεῖαί
τοι22 χαλκοῦ
κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν
ἐνὶ36 κλισίῃς10
ἐξαίρετοι, ἅς
τοι22 Ἀχαιοὶ
πρωτίστῳ
δίδομεν, εὖτ' ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι
καὶ χρυσοῦ
ἐπιδεύεαι26, ὅν
κέ37 τις οἴσει
230 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος
ἄποινα,
ὅν κεν37
ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
ἠὲ
γυναῖκα νέην, ἵνα μίσγεαι26 ἐν
ϕιλότητι,
ἥν τ'
αὐτὸς ἀπονόσϕι κατίσχεαι26. οὐ
μὲν ἔοικεν
ἀρχὸν
ἐόντα κακῶν
ἐπιβασκέμεν29
υἷας20 Ἀχαιῶν.
235 ὦ
πέπονες κάκ'
ἐλέγχε'18,
Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοὶ,
οἴκαδέ
περ σὺν νηυσὶ19
νεώμεθα, τόνδε δ' ἐῶμεν
αὐτοῦ
ἐνὶ Τροίῃ1 γέρα
πεσσέμεν29, ὄϕρα
ἴδηται
ἤ ῥά
τί οἱ χἡμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
ὃς καὶ
νῦν Ἀχιλῆα16, ἕο22
μέγ' ἀμείνονα ϕῶτα,
240 ἠτίμησεν·
ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
ἀλλὰ
μάλ' οὐκ Ἀχιλῆϊ16
χόλος ϕρεσίν, ἀλλὰ μεθήμων·
ἦ γὰρ
ἂν, Ἀτρεΐδη, νῦν ὕστατα λωβήσαιο·»
Ὧς
ϕάτο30 νεικείων
Ἀγαμέμνονα ποιμένα λαῶν
Θερσίτησ·
τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
245 καί
μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
«Θερσῖτ'
ἀκριτόμυθε, λιγύς περ ἐὼν33
ἀγορητής,
ἴσχεο,
μηδ' ἔθελ' οἶος
ἐριζέμεναι29
βασιλεῦσιν.
οὐ γὰρ
ἐγὼ σέο22 ϕημὶ
χερειότερον21
βροτὸν ἄλλον
ἔμμεναι33,
ὅσσοι ἅμ' Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
250 τὼ οὐκ
ἂν βασιλῆας16
ἀνὰ στόμ' ἔχων ἀγορεύοις,
καί
σϕιν23 ὀνείδεά18
τε προϕέροις, νόστόν τε ϕυλάσσοις.
(οὐδέ
τί πω σάϕα
ἴδμεν35, ὅπως
ἔσται τάδε ἔργα,
ᾔ εὖ
ἦε κακῶς νοστήσομεν
υἷες20 Ἀχαιῶν.
τὼ νῦν
Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
255 ἧσαι41
ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
ἥρωες
Δαναοί· σὺ δὲ
κερτομέων5
ἀγορεύεις.)
ἀλλ'
ἔκ τοι ἐρέω40, τὸ
δὲ καὶ τετελεσμένον ἔσται·
εἴ κ' ἔτι σ' ἀϕραίνοντα κιχήσομαι, ὥς
νύ περ ὧδε,
μηκέτ'
ἔπειτ' Ὀδυσῆϊ16
κάρη ὤμοισιν13
ἐπείη,
260 μηδ'
ἔτι Τηλεμάχοιο12
πατὴρ κεκλημένος εἴην,
εἰ μὴ
ἐγώ σε λαβὼν ἀπὸ μὲν ϕίλα
εἵματα δύσω40,
χλαῖνάν
τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμϕικαλύπτει,
αὐτὸν δὲ κλαίοντα
θοὰς ἐπὶ νῆας19
ἀϕήσω
πεπληγὼς ἀγορῆθεν
ἀεικέσσι15
πληγῇσιν.»
265 Ὣς ἄρ' ἔϕη, σκήπτρῳ δὲ μετάϕρενον ἠδὲ καὶ ὤμω
πλῆξεν30· ὃ δ'
ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
σμῶδιξ δ' αἱματόεσσα
μεταϕρένου ἐξυπανέστη
σκήπτρου ὕπο
χρυσέου5· ὃ δ' ἄρ'
ἕζετο30
τάρβησέν τε,
ἀλγήσας δ',
ἀχρεῖον ἰδὼν,
ἀπομόρξατο30
δάκρυ.
270 οἳ δὲ καὶ
ἀχνύμενοί περ
ἐπ' αὐτῷ ἡδὺ
γέλασσαν30·
ὧδε δέ τις
εἴπεσκεν38 ἰδὼν
ἐς πλησίον ἄλλον·
«ὢ πόποι, ἦ δὴ
μυρί' Ὀδυσσεὺς
ἐσθλὰ ἔοργεν31
βουλάς τ' ἐξάρχων ἀγαθὰς
πόλεμόν τε κορύσσων·
νῦν δὲ
τόδε μέγ' ἄριστον ἐν
Ἀργείοισιν31
ἔρεξεν30,
275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ'
ἀγοράων9.
οὔ θήν
μιν22 πάλιν
αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
νεικείειν βασιλῆας ὀνειδείοις
ἐπέεσσιν.»
«Илиаду» обычно относят к VIII в. до н.э.. I, 1-8 зачин, II, 188-277 эпизод с Терситом во время испытания греческого войска.
Размер гомеровских поэм — гексаметр (см. стихосложение). Цифры в греческом тексте обозначают ссылки на приложение «Гомеровский диалект».
I. 1. Πηληϊάδεω Синицезис.
3. ἰϕθίμους = ἰϕθίμων (ἡρώων).
6. διαστήτην ἐρίσαντε двойственное число.
II. 188. μέν — соответствующее ему δέ находится в 198 ст.
κιχείη оптатив для обозначения повторяющегося действия, как подлежащее подразумевается Ὀδυσσεύς.
190. δειδίσσεσθαι = δεδιέναι.
204. ἀγαθόν существительное.
205. ᾧ ἔδοκε подраз. βασιλεύειν.
ἀγκυλομήτεω синицезис. ἀγκυλομήτης Кронос.
210. αἰγιαλῷ dativus loci.
217-218. τὼ ὤμω κυρτὼ συνοχώκοτε двойств. число.
217. πόδα acc. limitationis.
219. κεϕαλήν acc. limitationis.
225. δὴ αὖτ' элизия.
232. γυναῖκα acc. в противоположность gen. χρυσοῦ в зависимости от ἐπιδεύεαι.
235. κάκ' ἐλέγχε· отвлеченное понятие вм. конкретного.
238. χἡμεῖς = καὶ ἡμεῖς (красис).
241. μάλα подраз. ἐστί.
242. μεθήμων подраз. ἦ или εἴη.
250. τῷ поэтому.
250-251. οὐκ ἂν ἀγορεύοις, προϕέροις, ϕυλάσσοις оптатив выражает запрещение.
252-256. стихи считаются поздней вставкой.
258. περ относится к ὥς.
266. δάκρυ в собирательном смысле.
267. μεταϕρένου ἐξυπανέστη = ἀνέστη ὑπὲκ (из-под) μεταϕρένου.
271. τις иной.
πλησίον существительное.
272. δή = ἤδη.
274. τόδε дополнение.
275. ὅς с причинным оттенком.
ἔσχε = ἔπαυσεν.
Ἱστοριῶν τετάρτη
17. Ἀπὸ τοῦ Βορυσθενειτέων9 ἐμπορίου (τοῦτο γὰρ τῶν παραθαλασσίων μεσαίτατόν ἐστι πάσης τῆς Σκυθίης1), ἀπὸ τούτου πρῶτοι Καλλιπίδαι νέμονται ἐόντες5 Ἕλληνες Σκύθαι, ὑπὲρ δὲ τούτων ἄλλο ἔθνος οἳ Ἀλιζῶνες καλέονται5. οὗτοι δὲ καὶ οἱ Καλλιπίδαι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ Σκύθῃσι10 ἐπασκέουσι, σῖτον δὲ καὶ σπείρουσι καὶ σιτέονται5, καὶ κρόμμυα καὶ σκόροδα καὶ ϕακοὺς καὶ κέγχρους. ὑπὲρ δὲ Ἀλιζώνων οἰκέουσι5 Σκύθαι ἀροτῆρες, οἳ οὐκ ἐπὶ σιτήσι σπείρουσι τὸν σῖτον ἀλλ' ἐπὶ πρήσι. τούτων δὲ κατύπερθε οἰκέουσι Νευροί, Νευρῶν δὲ τὸ πρὸς βορέην1 ἄνεμον ἔρημος ἀνθρώπων, ὅσον ἡμεῖς ἴδμεν35. ταῦτα μὲν παρὰ τὸν Ὕπανιν ποταμόν ἐστι ἔθνεα18 πρὸς ἑσπέρης τοῦ Βορυσθένεος18. 18. Ἀτὰρ διαβάντι τὸν Βορυσθένεα18 ἀπὸ θαλάσσης πρῶτον μὲν ἡ Ὑλαίη, ἀπὸ δὲ ταύτης ἄνω ἰόντι οἰκέουσι5 Σκύθαι γεωργοί, τοὺς Ἕλληνες οἱ οἰκέοντες5 ἐπὶ τῷ Ὑπάνι ποταμῷ καλέουσι5 Βορυσθενεΐτας, σϕέας22 δὲ αὐτοὺς Ὀλβιοπολίτας. οὗτοι ὦνг οἱ γεωργοὶ Σκύθαι νέμονται τὸ μὲν πρὸς τὴν ἠῶ7 ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ, κατήκοντεςк ἐπὶ ποταμὸν τῷ οὔνομα3 κέεται5 Παντικάπης, τὸ δὲ πρὸς Βορέην1 ἄνεμον πλόον5 ἀνὰ τὸν Βορυσθένεα18 ἡμερέων9 ἕνδεκα· ἡ δὲ κατύπερθε τούτων ἔρημός ἐστι ἐπὶ πολλόν14. μετὰ δὲ τὴν ἔρημον Ἀνδροϕάγοι οἰκέουσι, ἔθνος ἐὸν ἴδιον καὶ οὐδαμῶς Σκυθικόν. τὸ δὲ τούτων κατύπερθε ἔρημος ἤδη ἀληθέως καὶ ἔθνος ἀνθρώπων οὐδέν, ὅσον ἡμεῖς ἴδμεν35. 19. Τὸ δὲ πρὸς τὴν ἠῶ τῶν γεωργῶν τούτων Σκυθέων9 διαβάντι τὸν Παντικάπην ποταμὸν νομάδες ἤδη Σκύθαι νέμονται, οὔτε τι σπείροντες οὐδὲν οὔτε ἀροῦντες· ψιλὴ δὲ δενδρέων9 ἡ πᾶσα αὕτη [γῆ] πλὴν τῆς Ὑλαίης. οἱ δὲ νομάδες οὗτοι τὸ πρὸς τὴν ἠῶ ἡμερέων9 τεσσέρωνв καὶ δέκα ὁδὸν νέμονται χώρην1 κατατείνουσαν ἐπὶ ποταμὸν Γέῤῥον. 20. Πέρην δὲ τοῦ Γέῤῥου ταῦτα δὴ τὰ καλεύμενα4 βασιλήιάд ἐστι καὶ Σκύθαι οἱ ἄριστοί τε καὶ πλεῖστοι καὶ τοὺς ἄλλους νομίζοντες Σκύθας δούλους σϕετέρους εἶναι· κατήκουσιк δὲ οὗτοι τὸ μὲν πρὸς μεσαμβρίην1 ἐς τὴν Ταυρικήν, τὸ δὲ πρὸς ἠῶ ἐπί τε τάϕρον, τὴν δὴ οἱ ἐκ τῶν τυϕλῶν γενόμενοι ὤρυξαν, καὶ ἐπὶ τῆς λίμνης τῆς Μαιήτιδος τὸ ἐμπόριον τὸ καλέεται5 Κρημνοί· τὰ δὲ αὐτῶν κατήκουσιк ἐπὶ ποταμὸν Τάναϊν. τὰ δὲ κατύπερθε πρὸς βορέην1 ἄνεμον τῶν βασιληίωνд Σκυθέων οἰκέουσι5 Μελάγχλαινοι, ἄλλο ἔθνος καὶ οὐ Σκυθικόν. Μελαγχλαίνων δὲ τὸ κατύπερθε λίμναι καὶ ἔρημός ἐστι ἀνθρώπων, κατ' ὅσονк ἡμεῖς ἴδμεν25. 21. Τάναϊν δὲ ποταμὸν διαβάντι οὐκέτι Σκυθική, ἀλλ' ἡ μὲν πρώτη τῶν λαξίων Σαυροματέων9 ἐστί, οἳ ἐκ τοῦ μυχοῦ ἀρξάμενοι τῆς Μαιήτιδος λίμνης νέμονται τὸ πρὸς βορέην1 ἄνεμον, ἡμερέων5 πεντεκαίδεκα ὁδόν, πᾶσαν ἐοῦσαν5 ψιλὴν καὶ ἀγρίων καὶ ἡμέρων δενδρέων· ὑπεροικέουσι5 δὲ τούτων δευτέρην1 λάξιν ἔχοντες Βουδῖνοι, γῆν νεμόμενοι πᾶσαν δασέαν ὕλῃ παντοίῃ. 22. Βουδίνων δὲ κατύπερθε πρὸς βορέην1 ἐστὶ πρώτη μὲν ἔρημος ἐπ' ἡμερέων9 ἑπτὰ ὁδόν, μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται, ἔθνος πολλὸν καὶ ἴδιον· ζῶσι δὲ ἀπὸ θήρης1. συνεχέες5 δὲ τούτοισι13 ἐν τοῖσι αὐτοῖσι τόποισι13 κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κέεται5 Ἴύρκαι, καὶ οὗτοι ἀπὸ θήρης1 ζῶντες τρόπῳ τοιῷδε· λοχᾷ ἐπὶ δένδρεον ἀναβάς, τὰ δέ ἐστι πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην1· ἵππος δὲ ἑκαστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα2 ἕτοιμός ἐστι καὶ κύων· ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δενδρέου, τοξεύσας [καὶ] ἐπιβὰς ἐπὶ τὸν ἵππονδιώκει, καὶ ὁ κύων ἔχεται. ὑπὲρ δὲ τούτων τὸ πρὸς τὴν ἠῶд ἀποκλίνοντι οἰκέουσι5 Σκύθαι ἄλλοι, ἀπὸ τῶν βασιληίωνд Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοιк ἐς τοῦτον τὸν χῶρον. 23. Μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων5 χώρης1 ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος, τὸ δ' ἀπὸ τούτου λιθώδης τέ ἐστι καὶ τρηχέα. διεξελθόντι δὲ καὶ τῆς τρηχέης1 χῶρον πολλὸν οἰκέουσι5 ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες ϕαλακροὶ ἐκ γενετῆς γινόμενοιп, καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως, καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα, ϕωνὴν δὲ ἰδίην11 ἱέντες, ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ, ζῶντες δὲ ἀπὸ δενδρέων. ποντικὸν μὲν οὔνομα3 τῷ δενδρέῳ ἀπ' οὗ ζῶσι, μέγαθοςд δὲ κατὰ συκέην1 μάλιστά κῃ· καρπὸν δὲ ϕορέει5 κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει· τοῦτο ἐπεὰν γένηται πέπον, σακκέουσι ἱματίοισι13, ἀποῤῥέει5 δὲ ἀπ' αὐτοῦ παχὺ καὶ μέλαν, οὔνομα3 δὲ τῷ ἀποῤῥέοντί ἐστι ἄσχυ· τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι, καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται5. πρόβατα γάρ σϕι22 οὐ πολλά ἐστι· οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί. ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται, τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ, τὸ δὲ θέρος ἄνευ πίλου. τούτους οὐδεὶς ἀδικέει5 ἀνθρώπων· ἱροὶж γὰρ λέγονται εἶναι. οὐδέ τι ἀρήιονд ὅπλον ἐκτέαται. καὶ τοῦτο μὲν τοῖσι13 περιοικέουσι5 οὗτοί εἰσιοἱ τὰς διαϕορὰς διαιρέοντες, τοῦτο δέ, ὃς ἂν ϕεύγων καταϕύγῃ ἐς τούτους, ὑπ' οὐδενὸς ἀδικέεται5· οὔνομα3 δέ σϕί22 ἐστι Ἀργιππαῖοι. 24. Μέχρι μὲν νυν τῶμ ϕαλακρῶν τούτων πολλὴ περιϕανείη τῆς χώρης ἐστὶ καὶ τῶν ἔμπροσθε ἐθνέων5· καὶ γὰρ Σκυθέων9 τινὲς ἀπικνέονταιк ἐς αὐτούς, τῶν οὐ χαλεπόν ἐστι πυθέσθαι, καὶ Ἑλλήνων τῶν ἐκ Βορυσθένεός τε ἐμπορίου καὶ τῶν ἄλλων Ποντικῶν ἐμπορίων. Σκυθέων9 δὲ οἳ ἂν ἔλθωσι ἐς αὐτούς, δι' ἑπτὰ ἑρμηνέων καὶ δι' ἑπτὰ γλωσσέων9 διαπρήσσονται. 25. Μέχρι μὲν δὴ τούτων γινώσκεταιп, τὸ δὲ τῶν ϕαλακρῶν κατύπερθε οὐδεὶς ἀτρεκέως οἶδε ϕράσαι· ὄρεα18 γὰρ ὑψηλὰ ἀποτάμνει ἄβατα καὶ οὐδείς σϕεα22 ὑπερβαίνει· οἱ δὲ ϕαλακροὶ οὗτοι λέγουσι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, οἰκέειν τὰ ὄρεα18 αἰγίποδας ἄνδρας, ὑπερβάντι δὲ τούτους ἀνθρώπους ἄλλους, οἳ τὴν ἑξάμηνον κατεύδουσι· τοῦτο δὲ οὐκ ἐνδέκομαιл [τὴν] ἀρχήν. ἀλλὰ τὸ μὲν πρὸς ἠῶд τῶν ϕαλακρῶν γινώσκεταιп ἀτρεκέως ὑπὸ Ἰσσηδόνων, οἰκεόμενον5, τὸ μέντοι κατύπερθε πρὸς βορέην1 ἄνεμον οὐ γινώσκεταιп οὔτε τῶν ϕαλακρῶν, οὔτε τῶν Ἰσσηδόνων, εἰ μὴ ὅσα αὐτῶν τούτων λεγόντων. 26. Νόμοισι δὲ Ἰσσηδόνες τοιοισίδε λέγονται χρᾶσθαι· ἐπεὰν ἀνδρὶ ἀποθάνῃ πατήρ, οἱ προσήκοντες πάντες προσάγουσι πρόβατα καὶ ἔπειτα ταῦτα θύσαντες καὶ καταταμόντες τὰ κρέα κατατάμνουσι καὶ τὸν τοῦ δεκομένου τεθνεῶτα γονέα, ἀναμίξαντες δὲ πάντα τὰ κρέα δαῖτα προτίθενται. τὴν δὲ κεϕαλὴν αὐτοῦ ψιλώσαντες καὶ ἐκκαθήραντες καταχρυσοῦσι καὶ ἔπειτα ἅτε ἀγάλματι χρέωνται5, θυσίας μεγάλας ἐπετείους ἐπιτελέοντες5. παῖς δὲ πατρὶ τοῦτο ποιέει, κατά περ Ἕλληνες τὰ γενέσια. ἄλλως δὲ δίκαιοι καὶ οὗτοι λέγονται εἶναι, ἰσοκρατέες δὲ ὁμοίως αἱ γυναῖκες τοῖσι ἀνδράσι. 27. Γινώσκονται μὲν δὴ καὶ οὗτοι, τὸ δὲ ἀπὸ τούτων τὸ κατύπερθε Ἰσσηδόνες εἰσὶ οἱ λέγοντες τοὺς μουνοϕθάλμους ἀνθρώπους καὶ τοὺς χρυσοϕύλακας γρῦπας εἶναι, παρὰ δὲ τούτων Σκύθαι παραλαβόντες λέγουσι· παρὰ δὲ Σκυθέων ἡμεῖς οἱ ἄλλοι νενομίκαμεν, καὶ ὀνομάζομεν αὐτοὺς Σκυθιστὶ Ἀριμασπούς· ἄριμα γὰρ ἓν καλέουσι5 Σκύθαι, σποῦ δὲ ὀϕθαλμόν. 28. Δυσχείμερος δὲ αὕτη ἡ καταλεχθεῖσα πᾶσα χώρη οὕτω δή τί ἐστι, ἔνθα τοὺς μὲν ὀκτὼ τῶν μηνῶν ἀγόρητος οἷος γίνεταιп κρυμός, ἐν τοῖσι ὕδωρ ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος πᾶς ὁ Κιμμέριος, καὶ ἐπὶ τοῦ κρυστάλλου οἱ ἐκτὸς τῆς τάϕρου Σκύθαι κατοικημένοι στρατεύονται καὶ τὰς ἁμάξας ἐπελαύνουσι πέρην ἐς τοὺς Σίνδους. οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει5 χειμὼν ἐών, τοὺς δ' ἐπιλοίπους τέσσεραςб ψύχεα18 αὐτόθι ἐστί. κεχώρισται δὲ οὗτος ὁ χειμὼν τοὺς τρόπους πᾶσι τοῖσι13 ἐν ἄλλοισι13 χωρίοισι13 γινομένοισι13 χειμῶσι, ἐν τῷ τὴν μὲν ὡραίην οὐκ ὕει λόγου ἄξιον οὐδέν, τὸ δὲ θέρος ὕων οὐκ ἀνιεῖ. βρονταί τε ἦμος τῇ ἄλλῃ γίνονταιп, τηνικαῦτα μὲν οὐ γίνονται, θέρεος δὲ ἐμϕιλαϕέες5· ἢν δὲ χειμῶνος βροντὴ γένηται, ὡς τέρας θωμάζεταιг· ὣς δὲ καὶ ἢν σεισμὸς γένηται, ἤν τε θέρεος ἤν τε χειμῶνος, ἐν τῇ Σκυθικῇ τέρας νενόμισται. ἵπποι δὲ ἀνεχόμενοι ϕέρουσι τὸν χειμῶνα τοῦτον, ἡμίονοι δὲ οὐδὲ ὄνοι οὐκ ἀνέχονται ἀρχήν· τῇ δὲ ἄλλῃ ἵπποι μὲν ἐν κρυμῷ ἑστεῶτες5 ἀποσϕακελίζουσι, ὄνοι δὲ καὶ ἡμίονοι ἀνέχονται. 29. Δοκέει5 δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ ϕύειν κέρεα18 αὐτόθι· μαρτυρέει5 δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσηίῃ...
Ἱστοριῶν ἑβδομή
223. Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, ἐπισχὼν χρόνον ἐςв ἀγορῆς1 κουм μάλιστα πληθώρην πρόσοδον ἐποιέετο5· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω11 οὕτω· ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη1 τέ ἐστι καὶ βραχύτερος ὁ χῶρος πολλὸν14 ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις. οἵ τε δὴ βάρβαροι οἱ ἀμϕὶ Ξέρξην προσήισαν34 καὶ οἱ ἀμϕὶ Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι4, ἤδη πολλῷ μᾶλλον ἢ κατ' ἀρχὰς ἐπεξήισαν34 ἐς τὸ εὐρύτερον τοῦ αὐχένος. τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐϕυλάσσετο, οἱ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐςв τὰ στεινόπορα2 ἐμάχοντο. τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν2. ἔπιπτον πλήθει6 πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐῤῥάπιζον πάντα ἄνδρα, αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες. πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεϕθείροντο, πολλῷ δ' ἔτι πλεῦνες4 κατεπατέοντο5 ζωοὶ ὑπ' ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου. ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σϕίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος, ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεώμενοί5 τε καὶ ἀτέοντες. 224. Δόρατα μέν νυν τοῖσι13 πλέοσι αὐτῶν τηνικαῦτα ἤδη ἐτύγκανε κατεηγότα, οἱ δὲ τοῖσι ξίϕεσι διεργάζοντο τοὺς Πέρσας. καὶ Λεωνίδης τε ἐν τούτῳ τῷ πόνῳ πίπτει ἀνὴρ γενόμενος ἄριστος, καὶ ἕτεροι μετ' αὐτοῦ ὀνομαστοὶ Σπαρτιητέων9, τῶν ἐγὼ ὡς ἀνδρῶν ἀξίων γενομένων ἐπυθόμην τὰ οὐνόματα3, ἐπυθόμην δὲ καὶ ἁπάντων τῶν τριηκοσίων1. καὶ δὴ Περσέων9 πίπτουσι ἐνθαῦταи ἄλλοι τε πολλοὶ καὶ ὀνομαστοί, ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδες... 225. Ξέρξεώ11 τε δὴ δύο ἀδελϕεοὶ5 ἐνθαῦταи πίπτουσι μαχόμενοι, (καὶ) ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω11 Περσέων9 τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο11 πολλός14, ἐς ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις. τοῦτο δὲ συνεστήκεε5 μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο. ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες, ἐνθεῦτενи ἤδη ἑτεροιοῦτο τὸ νεῖκος· ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον5 ὀπίσω καὶ παραμειψάμενοι τὸ τεῖχος ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων· ὁ δὲ κολωνός ἐστι ἐν τῇ ἐσόδῳв, ὅκουм νῦν ὁ λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ. ἐν τούτῳ σϕέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι10, τοῖσι13 αὐτῶν ἐτύγχανον ἔτι περιεοῦσαι, καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι βάλλοντες, οἱ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες, οἱ δὲ περιελθόντες πάντοθεν περισταδόν. 226. Λακεδαιμονίων δὲ καὶ Θεσπιέων τοιούτων γενομένων ὅμως λέγεται ἄριστος ἀνὴρ γενέσθαι Σπαρτιήτης1 Διηνέκης· τὸν τόδε ϕασὶ εἰπεῖν τὸ ἔπος πρὶν ἢ συμμῖξαί σϕεας22 τοῖσι Μήδοισι13, πυθόμενον πρός τευ τῶν Τρηχινίων ὡς ἐπεὰν οἱ βάρβαροι ἀπιέωσιк τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεος τῶν ὀϊστῶν ἀποκρύπτουσι· τοσοῦτο πλῆθος αὐτῶν εἶναι· τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοισι εἰπεῖν, ἐν ἀλογίῃ ποιεύμενον4 τὸ τῶν Μήδων πλῆθος, ὡς πάντα σϕι ἀγαθὰ ὁ Τρηχίνιος ξεῖνος ἀγγέλλοι, εἰ ἀποκρυπτόντων τῶν Μήδων τὸν ἥλιον ὑπὸ σκιῇ1 ἔσοιτο πρὸς αὐτοὺς ἡ μάχη καὶ οὐκ ἐν ἡλίῳ. ταῦτα μὲν καὶ ἄλλα τοιουτότροπα ἔπεά ϕασι Διηνέκεα τὸν Λακεδαιμόνιον λιπέσθαι μνημόσυνα. 227. Μετὰ δὲ τοῦτον ἀριστεῦσαι λέγονται Λακεδαιμόνιοι δύο ἀδελϕεοί, Ἀλϕεός τε καὶ Μάρων Ὀρσιϕάντου παῖδες. Θεσπιέων δὲ εὐδοκίμεε5 μάλιστα τῷ οὔνομα3 ἦν Διθύραμβος Ἁρματίδεω11. 228. Θαϕθεῖσι δέ σϕι22 αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον καὶ τοῖσι13 πρότερον τελευτήσασι ἢ τοὺς ὑπὸ Λεωνίδεω11 ἀποπεμϕθέντας οἴχεσθαι, ἐπιγέγραπται γράμματα λέγοντα τάδε·
Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις1 ἐμάχοντο
Ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
Ταῦτα μὲν δὴ τοῖσι13 πᾶσι ἐπιγέγραπται, τοῖσι δὲ Σπαρτιήτῃσιa ἰδίῃ·
Ὦ ξεῖν'2, ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε
Κείμεθα τοῖς κείνων25 ῥήμασι πειθόμενοι.
Геродот (ок. 484-425) в своей «Истории», позже разделенной на 9 книг по числу муз, не только пишет о греко-персидских войнах (VII, 124-228, битва в Фермопильском ущелье), но и дает ценные сведения о Скифии (IV, 17-29, скифские племена в ссеверном Причерноморье). Цифры в греческом тексте обозначают ссылки на приложение «Гомеровский диалект», буквы — ссылки на приложение «Язык Геродота».
IV. 17. τοῦ Βορυσθενεϊτέων ἐμπορίου имеется в виду Ольвия.
πρῶτοι к северу
οἱ согласовано не с ἔθνος, а с καλέονται.
Ἀλιζῶνες — они обитали в верховьях Южного Буга и к западу от него.
Νευροί — они, по-видимому, жили в верховьях Днепра. Некоторые современные исследователи считают их предками славян.
18. διαβάντι dativus relationis-iudicantis (как и ниже ἰόντι).
τρεῖς ἡμέραις ὁδοῦ — один день пути по Геродоту = 200 стадиям.
οἱ γεωργοὶ Σκύθαι — они жили по течению реки Припяти.
οὐδαμῶς Σκυθικόν — возможная территория андрофагов — к северу от современного Днепропетровска по восточному берегу Днестра.
20. ἐκ τῶν τυϕλῶν — скифы ослепляли своих рабов; речь идет о детях скифских женщин, вступивших в отсутствие мужей в связь с рабами.
Κρημνοί — местонахождение этого торжища неизвестно.
Μελάγχλαινοι вероятно, жители в области реки Сейм.
21. Βουδῖνοι племя в низовье современного Дона.
22. Θυσσαγέται племя, жившее в верховьях современных Тагила и Печоры.
Ἰύρκαι племя, жившее между современными Ахтубой и Волгой, по мнению В. Латышева, — предки уральских мадьяр.
23. λιθώδης τέ ἐστι καὶ τρηχέα в соленых степях находится твердая как камень кора.
ϕαλακροί по мнению С. Лурье, — предшественники башкир.
ποντικόν по-видимому, подорожник.
ἄσχυ у современных башкир есть кушанье «ахши».
Ἀργιπαῖοι (досл. «белоконные») кочевое племя.
25. Ἰσσηδόνων племя, жившее к востоку от Урала и Алтая, а также в современном Западном Туркестане; о них Геродот сообщает почти те же сведения, что и о массагетах в I книге.
δαῖτα В. Струве оспаривает свидетельство Геродота о поедании трупного мяса.
28. ἔνθα в значении ὥστε ἐν αὐτῇ.
ἀϕόρητος οἷος γίγνεται κρυμός ассимиляция вм. ἀϕόρητον (ἐστιν), οἷος γίγνεται κρυμός.
Ἐντὸς τάγρου т.е. к западу от Киммерийского вала.
Σίνδους этот народ жил на восточном берегу Понта в районе современной Анапы.
VII. 223. ἐς ἀγορῆς... πληθώρην = ἐς ἀγορὴν πληθούσην — время, когда площадь полна народу, т.е. после полудня.
τὸ ἔρυμα τοῦ τείχεος и т. д.: эллины, ранее сражавшиеся у стен и не выходившие за теснины, теперь стали сражаться в более открытой местности.
При συμμίσγοντες, как и при ὑπεξιόντες, подразум. οἱ Ἕλληνες.
τοῦ ἀπολλυμένου в собирательном смысле.
ἀπεδείκνυντο подразум. οἱ Ἕλληνες.
παραχρεώμενοι подразум. σωμάτων или ψυχῶν.
224. ἀξίων подразум. πυθέσθαι τὰ ὀνόματα αὐτῶν.
ἐν δέ = ἐν τούτοις δέ.
225. λέων очевидно, с намеком на имя царя Леонида.
ἐπί с дативом здесь: «в честь (кого-либо)».
226. τευ = τινὸς.
228. Эпитафии написаны элегическим двустишием (см. приложение «Стихосложение»), автором их считается Симонид Кеосский.
Πελοποννάσου и τέτορες дорические формы.
ἀγγέλλειν инфинитив в значении императива.
I, 22. ...καὶ ἐς μὲν ἀκρόασιν ἴσως τὸ μὴ μυθῶδες αὐτῶν ἀτερπέστερον ϕανεῖται· ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαϕὲς σκοπεῖν καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠϕέλιμα κρίνειν αὐτὰ ἀρκούντως ἕξει. Κτῆμά τε ἐς αἰεὶ μᾶλλον ἢ ἀγώνισμα ἐς τὸ παραχρῆμα ἀκούειν ξύγκειται.
II, 37. «Χρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τινὶ ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ' ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται, μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάϕορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἕκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ' ἀρετῆς προτιμᾶται, οὐδ' αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀϕανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ' ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι' ὀργῆς τὸν πέλας, εἰ καθ' ἡδονήν τι δρᾷ, ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἒν ἀρχῇ ὀντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ' ὠϕελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραϕοι ὄντες αἰσχύνην ὁμολογουμένην ϕέρουσιν. 38. Καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορισάμεθα, ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις νομίζοντες, ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν, ὧν καθ' ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει. ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι ἢ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων. 39. Διαϕέρομεν δὲ κἀν ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἢ θεάματος, ὃ μὴ κρυϕθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠϕεληθείη, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀϕ' ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ· καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν. τεκμήριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ' ἑκάστους, μεθ' ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν· ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νικηθέντες ὑϕ' ἁπάντων ἡσσῆσθαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν αἰεὶ μοχθούντων ϕαίνεσθαι, — καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις· 40. ϕιλοκαλοῦμέν τε γὰρ μετ' εὐτελείας καὶ ϕιλοσοϕοῦμεν ἄνευ μαλακίας· πλούτῳ καὶ ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινι αἰσχρόν, ἀλλὰ μὴ διαϕεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια καὶ ἑτέροις [ἕτερα] πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ' ἀχρεῖον νομίζομεν, καὶ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαϕερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον ϕέρει. κράτιστοι δ' ἂν ψυχὴν δικαίως κριθεῖεν οἱ τὰ τε δεινὰ καὶ ἡδέα σαϕέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων. καὶ τὰ ἐς ἀρετὴν ἠναντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς ϕίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὠϕειλομένην δι' εὐνοίας ᾧ δέδωκε σῴζειν· ὁ δὲ ἀντοϕείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ' ἐς ὀϕείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμϕέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινα ὠϕελοῦμεν. 41. Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι καὶ καθ' ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ' ἡμῶν ἐπὶ πλεῖστ' ἂν εἴδη καὶ μετὰ χαρίτων μαλιστ' ἂν εὐτραπέλως τὸ σῶμα αὐταρκες παρέχεσθαι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑϕ' οἵων κακοπαθεῖ, οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ' ἀξίων ἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, καὶ οὐδὲν προσδεόμενοι οὔτε Ὁμήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ' ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε καὶ ἀγαθῶν ἀίδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀϕαιρεθῆναι αὐτὴν μαχόμενοι ἐτελεύτησαν, καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν.»
Фукидид (ок. 460-395 гг. до н. э.) — автор «Истории Пелопоннесской войны» в восьми книгах, доведенной до 411 г. до н. э. Во вступлении Фукидид говорит о рационалистическом аспекте и точности своего исторического труда (I.22). Во 2-й книге (главы 35-46) приводится речь Перикла над воинами, павшими в первый год войны; эта речь — своего рода политическая программа афинской демократии периода ее расцвета.
I.22. τὸ μὴ μυθῶδες — μή (а не οὐ) для передачи обобщающего смысла.
κρίνειν подразум. τούτους.
αὐτά т. е. «мое произведение».
ξύγκεται т. е. ξυντέθειται.
II.37. οὐ ζηλούσῃ... νόμους возможный намек на спартанские законы, заимствованные у Крита.
παράδειγμα... τινι по-видимому, для Элиды, Аргоса, Сиракуз.
ὄνομα аккузатив, т. к. при κέκληται подразумевается подлежащее ἡ ἡμετέρα πολιτεία.
οἰκεῖν подразум. ἡμᾶς.
οὐκ... τὸ πλεῖον ἤ = ἧσσον ἤ т. е. οὐκ ἀπὸ μέρους, ἀλλ' ἀπὸ ἀρετῆς.
ἔχων как будто этому предшествовало πένης μὲν ὤν.
τὰ δημόσια аккузатив внутреннего дополнения.
αὐτῶν genetivus partitivus.
ϕέρουσιν подразум. τοῖς παρανομοῦσι.
38. νομίζοντες в сочетании с дативом.
39. ταῖς μελέταις... τοῖσδε частое у Фукидида сочетание слов в дативе.
οἱ μέν т. е. спартанцы.
ἐν αὐτῶν genetivus partitivus, подразум. ἄνδρας.
ἐθέλομεν есть другое чтение: ἐθέλοιμεν.
τοῖς ἀλγεινοῖς dativus causae.
ἐς αὐτά подразум. τὰ ἀλγεινά.
перед εἶναι легко подразумевается οἶμαι, νομίζω, ϕημί, λέγω.
40. ἔργου καιρῷ... λόγου κόμπῳ именная часть сказуемого к πλούτῳ.
οὐχ относится к αἰσχρόν.
ἔνι τοῖς αὐτοῖς подразум. ἐστί.
ἕτερα добавлено издателями на основании общего смысла.
κρίνομέν γε... ἐλθεῖν речь идет об ἐκκλησία.
ἀλλὰ μὴ... конструкция для перевода: ἀλλὰ μᾶλλον (βλάβην ἡγούμενοι) μὴ πρότερον λόγῳ προδιδαχθῆναι ἢ ἔργῳ ἐλθεῖν...
διαϕερόντως подразум. τῶν ἄλλων.
μάλιστα относится к τολμᾶν и λογίζεσθαι.
ἠναντιώμεθα обратить внимание на перфект.
εὖ относится и к δρῶντες.
ὥστε по значению близко к ὡς.
41. σῶμα здесь в значении "личность".
ἄν относится к παρέχεσθαι.
ἐν τῷ παρόντι в значении наречия.
ὑϕ' οἵων т. е. со стороны афинян.
τῷ πολεμίῳ и τῷ ὑπηκόῳ единств. число в обобщающем значении.
τοῖς νῦν... τοῖς ἔπειτα dativus auctoris.
τῶν ἔργων относится и к ἡ ἀλήθεια и к τὴν ὑπόνοιαν.
ἀλλὰ πᾶσαν спорно, чему противопоставляется οὐ προσδεόμενοι или παρασχόμενοι.
Κύρου Ἀνάβασις.
Первая книга
I.1. Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος· ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμϕοτέρω παρεῖναι. 2. ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε· Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε· καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων, ὅσοι εἰς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει [ἀνέβη] τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παῤῥάσιον. 3. Ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαϕέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελϕὸν ὡς ἐπιβουλεύοι αὐτῷ. ὁ δὲ πείθεται καὶ λαμβάνει Κῦρον ὡς ἀποκτενῶν· ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχὴν.
4. Ὁ δ' ὡς ἀπῆλθε κινδυνεύσας καὶ ἀτιμασθείς, βουλεύεται, ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελϕῷ, ἀλλά, ἢν δύνηται, βασιλεύσει ἀντ' ἐκείνου. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ, ϕιλοῦσα αὐτὸν μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. 5. Ὅστις δ' ἀϕικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν, πάντας οὕτω διατιθεὶς ἀπεπέμπετο, ὥστε αὐτῷ μᾶλλον ϕίλους εἶναι ἢ βασιλεῖ. καὶ τῶν παρ' ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο ὡς πολεμεῖν τε ἱκανοὶ εἴησαν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. 6. Τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν ὡς μάλιστα ἐδύνατο ἐπικρυπτόμενος, ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα.
Ὧδε οὖν ἐποιεῖτο τὴν συλλογὴν· ὁπόσας εἶχε ϕυλακὰς ἐν ταῖς πόλεσι παρήγγειλε τοῖς ϕρουράρχοις ἑκάστοις λαμβάνειν ἄνδρας Πελοποννησίους ὅτι πλείστους καὶ βελτίστους, ὡς ἐπιβουλεύοντος Τισσαϕέρνους ταῖς πόλεσι. καὶ γὰρ ἦσαν αἱ Ἰωνικαὶ πόλεις Τισσαϕέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως δεδομέναι, τότε δὲ ἀϕειστήκεσαν πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου· 7. ἐν Μιλήτῳ δὲ Τισσαϕέρνης προαισθόμενος τὰ αὐτὰ ταῦτα βουλευομένους, ἀποστῆναι πρὸς Κῦρον, τοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δ' ἐξέβαλεν. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς ϕεύγοντας συλλέξας στράτευμα ἐπολιόρκει Μίλητον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ ἐπειρᾶτο κατάγειν τοὺς ἐκπεπτωκότας. καὶ αὕτη αὖ ἄλλη πρόϕασις ἦν αὐτῷ τοῦ ἁθροίζειν στράτευμα. 8. Πρὸς δὲ βασιλέα πέμπων ἠξίου ἀδελϕὸς ὢν αὐτοῦ δοθῆναι οἷ ταύτας τὰς πόλεις μᾶλλον ἢ Τισσαϕέρνην ἄρχειν αὐτῶν, καὶ ἡ μήτηρ συνέπραττεν αὐτῷ ταῦτα· ὥστε βασιλεὺς τὴν μὲν πρὸς ἑαυτὸν ἐπιβουλὴν οὐκ ᾐσθάνετο, Τισσαϕέρνει δὲ ἐνόμιζε πολεμοῦντα αὐτὸν ἀμϕὶ τὰ στρατεύματα δαπανᾶν· ὥστε οὐδὲν ἤχθετο αὐτῶν πολεμούντων. καὶ γὰρ ὁ Κῦρος ἀπέπεμπε τοὺς γιγνομένους δασμοὺς βασιλεῖ ἐκ τῶν πόλεων ὧν Τισσαϕέρνης [ἔτι] ἐτύγχανεν ἔχων.
9. Ἄλλο δὲ στράτευμα αὐτῷ συνελέγετο ἐν Χεῤῥονήσῳ τῇ κατ' ἀντιπέρας Ἀβύδου τόνδε τὸν τρόπον. Κλέαρχος Λακεδαιμόνιος ϕυγὰς ἦν· τούτῳ συγγενόμενος ὁ Κῦρος ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους δαρεικούς. ὃ δὲ λαβὼν τὸ χρυσίον στράτευμα συνέλεξεν ἀπὸ τούτων τῶν χρημάτων καὶ ἐπολέμει ἐκ Χεῤῥονήσου ὁρμώμενος τοῖς Θρᾳξὶ τοῖς ὑπὲρ Ἑλλήσποντον οἰκοῦσι, καὶ ὠϕέλει τοὺς Ἕλληνας· ὥστε καὶ χρήματα συνεβάλλοντο αὐτῷ εἰς τὴν τροϕὴν τῶν στρατιωτῶν αἱ Ἑλλησποντιακαὶ πόλεις ἑκοῦσαι. τοῦτο δ' αὖ οὕτω τρεϕόμενον ἐλάνθανεν αὐτῷ τὸ στράτευμα.
10. Ἀρίστιππος δὲ ὁ Θετταλὸς ξένος ὢν ἐτύγχανεν αὐτῷ, καὶ πιεζόμενος ὑπὸ τῶν οἴκοι ἀντιστασιωτῶν ἔρχεται πρὸς τὸν Κῦρον καὶ αἰτεῖ αὐτὸν εἰς δισχιλίους ξένους καὶ τριῶν μηνῶν μισθόν, ὡς οὕτως περιγενόμενος ἂν τῶν ἀντιστασιωτῶν. ὁ δὲ Κῦρος δίδωσιν αὐτῷ εἰς τετρακισχιλίους καὶ ἓξ μηνῶν μισθόν, καὶ δεῖται αὐτοῦ μὴ πρόσθεν καταλῦσαι πρὸς τοὺς ἀντιστασιώτας πρὶν ἂν αὐτῷ συμβουλεύσηται. οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ ἐλάνθανεν αὐτῷ τρεϕόμενον στράτευμα.
11. Πρόξενον δὲ τὸν Βοιώτιον ξένον ὄντα ἐκέλευσε λαβόντα ἄνδρας ὅτι πλείστους παραγενέσθαι, ὡς ἐς Πισίδας βουλόμενος στρατεύεσθαι, ὡς πράγματα παρεχόντων τῶν Πισιδῶν τῇ ἑαυτοῦ χώρᾳ.
Σοϕαίνετον δὲ τὸν Στυμϕάλιον καὶ Σωκράτην τὸν Ἀχαιόν, ξένους ὄντας καὶ τούτους, ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους, ὡς πολεμήσων Τισσαϕέρνει σὺν τοῖς ϕυγάσι τοῖς Μιλησίων. καὶ ἐποίουν οὕτως οὗτοι.
II.1. Ἐπεὶ δ' ἐδόκει ἤδη πορεύεσθαι αὐτῷ ἄνω, τὴν μεν πρόϕασιν ἐποιεῖτο ὡς Πισίδας βουλόμενος ἐκβαλεῖν παντάπασιν ἐκ τῆς χώρας· καὶ ἁθροίζει ὡς ἐπὶ τούτους τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικόν. ἐνταῦθα καὶ παραγγέλλει τῷ τε Κλεάρχῳ λαβόντι ἥκειν ὅσον ἦν αὐτῷ στράτευμα, καὶ τῷ Ἀριστίππῳ συναλλαγέντι πρὸς τοὺς οἴκοι ἀποπέμψαι πρὸς ἑαυτὸν ὃ εἶχε στράτευμα· καὶ Ξεννίᾳ τῷ Ἀρκάδι, ὃς αὐτῷ προειστήκει τοῦ ἐν ταῖς πόλεσι ξενικοῦ, ἥκειν παραγγέλλει λαβόντα [τοὺς ἄλλους] πλὴν ὁπόσοι ἱκανοὶ ἦσαν τὰς ἀκροπόλεις ϕυλάττειν. 2. Ἐκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας, καὶ τοῦς ϕυγάδας ἐκέλευσε σὺν αὐτῷ στρατεύεσθαι, ὑποσχόμενος αὐτοῖς, εἰ καλῶς καταπράξειεν ἐϕ' ἃ ἐστρατεύετο, μὴ πρόσθεν παύσασθαι πρὶν αὐτοὺς καταγάγοι οἴκαδε. οἳ δὲ ἡδέως ἐπείθοντο· ἐπίστευον γὰρ αὐτῷ· καὶ λαβόντες τὰ ὅπλα παρῆσαν εἰς Σάρδεις. 3. Ξεννίας μὲν δὴ τοὺς ἐκ τῶν πόλεων λαβὼν παρεγένετο εἰς Σάρδεις ὁπλίτας εἰς τετρακισχιλίους, Πρόξενος δὲ παρῆν ἔχων ὁπλίτας μὲν εἰς πεντακοσίους καὶ χιλίους, γυμνῆτας δὲ πεντακοσίους, [Σοϕαίνετος δὲ ὁ Στυμϕάλιος ὁπλίτας ἔχων χιλίους], Σωκράτης δὲ ὁ Ἀχαιὸς ὁπλίτας ἔχων ὡς πεντακοσίους, Πασίων δὲ ὁ Μεγαρεὺς τριακοσίους μὲν ὁπλίτας, τριακοσίους δὲ πελταστὰς ἔχων παρεγένετο· ἦν δὲ καὶ οὗτος καὶ ὁ Σωκράτης τῶν ἀμϕὶ Μίλητον στρατευομένων. οὗτοι μὲν εἰς Σάρδεις αὐτῷ ἀϕίκοντο.
4. Τισσαϕέρνης δὲ κατανοήσας ταῦτα, καὶ μείζονα ἡγησάμενος εἶναι ἢ ὡς ἐπὶ Πισίδας τὴν παρασκευήν, πορεύεται ὡς βασιλέα ᾗ ἐδύνατο τάχιστα, ἱππέας ἔχων ὡς πεντακοσίους. 5. Καὶ βασιλεὺς μὲν δὴ ἐπεὶ ἤκουσε Τισσαϕέρνους τὸν Κύρου στόλον, ἀντιπαρεσκευάζετο.
Κῦρος δὲ ἔχων οὓς εἴρηκα ὡρμᾶτο ἀπὸ Σάρδεων· καὶ ἐξελαύνει διὰ τῆς Λυδίας σταθμοὺς τρεῖς παρασάγγας εἴκοσι καὶ δύο ἐπὶ τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα· γέϕυρα δὲ ἐπῆν ἑπτὰ ἐζευγμένη πλοίοις. 6. Τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν ἕνα παρασάγγας ὀκτὼ εἰς Κολοσσάς, πόλιν οἰκουμένην καὶ εὐδαίμονα καὶ μεγάλην. ἐνταῦθα ἔμεινεν ἡμέρας ἑπτά· καὶ ἧκε Μένων Θετταλὸς ὁπλίτας ἔχων χιλίους καὶ πελταστὰς πεντακοσίους, Δόλοπας καὶ Αἰνιᾶνας καὶ Ὀλυνθίους. 7. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Κελαινάς, τῆς Φρυγίας πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. ἐνταῦθα Κύρῳ βασίλεια ἦν καὶ παράδεισος μέγας ἀγρίων θηρίων πλήρης, ἃ ἐκεῖνος ἐθήρευεν ἀπὸ ἵππου, ὁπότε γυμνάσαι βούλοιτο ἑαυτόν τε καὶ τοὺς ἵππους. διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός· αἱ δὲ πηγαὶ αὐτοῦ εἰσιν ἐκ τῶν βασιλείων· ῥεῖ δὲ καὶ διὰ τῆς Κελαινῶν πόλεως. 8. Ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἐρυμνὰ ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει· ῥεῖ δὲ καὶ οὗτος διὰ τῆς πόλεως καὶ ἐμβάλλει εἰς τὸν Μαίανδρον· τοῦ δὲ Μαρσύου τὸ εὖρός ἐστιν εἴκοσι καὶ πέντε ποδῶν. ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ περὶ σοϕίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ ὅθεν αἱ πηγαί· διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. 9. Ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς [τῇ] μάχῃ ἀπεχώρει, λέγεται οἰκοδομῆσαι ταῦτά τε τὰ βασίλεια καὶ τὴν Κελαινῶν ἀκρόπολιν. ἐνταῦθα ἔμεινε Κῦρος ἡμέρας τριάκοντα· καὶ ἧκε Κλέαρχος ὁ Λακεδαιμόνιος ϕυγὰς ἔχων ὁπλίτας χιλίους καὶ πελταστὰς Θρᾷκας ὀκτακοσίους καὶ τοξότας Κρῆτας διακοσίους. ἅμα δὲ καὶ Σῶσις παρῆν ὁ Συρακόσιος ἔχων ὁπλίτας τριακοσίους, καὶ Σοϕαίνετος Ἀρκάδας ἔχων ὁπλίτας χιλίους. καὶ ἐνταῦθα Κῦρος ἐξέτασιν καὶ ἀριθμὸν τῶν Ἑλλήνων ἐποίησεν ἐν τῷ παραδείσῳ, καὶ ἐγένοντο οἱ σύμπαντες ὁπλῖται μὲν μύριοι χίλιοι, πελτασταὶ δὲ ἀμϕὶ τοὺς δισχιλίους.
10. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Πέλτας, πόλιν οἰκουμένην. ἐνταῦθ' ἔμεινεν ἡμέρας τρεῖς· ἐν αἷς Ξεννίας ὁ Ἀρκὰς τὰ Λύκαια ἔθυσε καὶ ἀγῶνα ἔθηκε· τὰ δὲ ἆθλα ἦσαν στλεγγίδες χρυσαῖ· ἐθεώρει δὲ τὸν ἀγῶνα καὶ Κῦρος. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δώδεκα ἐς Κεράμων ἀγοράν, πόλιν οἰκουμένην, ἐσχάτην πρὸς τῇ Μυσίᾳ χώρᾳ. 11. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας τριάκοντα εἰς Καΰστρου πεδίον, πόλιν οἰκουμένην. ἐνταυθ' ἔμεινεν ἡμέρας πέντε· καὶ τοῖς στρατιώταις ὠϕείλετο μισθὸς πλέον ἢ τριῶν μηνῶν, καὶ πολλάκις ἰόντες ἐπὶ τὰς θύρας ἀπῄτουν. ὃ δὲ ἐλπίδας λέγων διῆγε καὶ δῆλος ἦν ἀνιώμενος· οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου ἔχοντα μὴ ἀποδιδόναι. 12. Ἐνταῦθα ἀϕικνεῖται Ἐπύαξα ἡ Συεννέσιος γυνὴ τοῦ Κιλίκων βασιλέως παρὰ Κῦρον· καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. τῇ δ' οὖν στρατιᾷ τότε ἀπέδωκε Κῦρος μισθὸν τεττάρων μηνῶν. εἶχε δὲ ἡ Κίλισσα ϕυλακὴν [καὶ ϕύλακας] περὶ αὐτὴν Κίλικας καὶ Ἀσπενδίους· ἐλέγετο δὲ καὶ συγγενέσθαι Κῦρον τῇ Κιλίσσῃ.
13. Ἐντεῦθεν δὲ ἐξελαύνει σταθμοὺς δύο παρασάϕϕας δέκα εἰς Θύμβριον, πόλιν οἰκουμένην. ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐϕ' ᾗ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτήν. 14. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Τυριάειον, πόλιν οἰκουμένην. ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς. καὶ λέγεται δεηθῆναι ἡ Κίλισσα Κύρου ἐπιδεῖξαι τὸ στράτευμα αὐτῇ· βουλόμενος οὖν ἐπιδεῖξαι ἐξέτασιν ποιεῖται ἐν τῷ πεδίῳ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων. 15. Ἐκέλευσε δὲ τοὺς Ἕλληνας ὡς νόμος αὐτοῖς εἰς μάχην οὕτω ταχθῆναι καὶ στῆναι, συντάξαι δ' ἕκαστον τοὺς ἑαυτοῦ. ἐτάχθησαν οὖν ἐπὶ τεττάρων· εἶχε δὲ τὸ μὲν δεξιὸν Μένων καὶ οἱ σὺν αὐτῷ, τὸ δὲ εὐώνυμον Κλέαρχος καὶ οἱ [ἐξ] ἐκείνου, τὸ δὲ μέσον οἱ ἄλλοι στρατηγοί· 16. ἐθεώρει οὖν ὁ Κῦρος πρῶτον μὲν τοὺς βαρβάρους· οἳ δὲ παρήλαυνον τεταγμένοι κατὰ ἴλας καὶ κατὰ τάξεις· εἶτα δὲ τοὺς Ἕλληνας, παρελαύνων ἐϕ' ἅρματος καὶ ἡ Κίλισσα ἐϕ' ἁρμαμάξης. εἶχον δὲ πάντες κράνη χαλκᾶ καὶ χιτῶνας ϕοινικοῦς καὶ κνημῖδας καὶ τὰς ἀσπίδας ἐκκεκαλυμμένας. 17. Ἐπειδὴ δὲ πάντας παρήλασε, στήσας τὸ ἅρμα πρὸ τῆς ϕάλαγγος μέσης, πέμψας Πίγρητα τὸν ἑρμηνέα παρὰ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων ἐκέλευσε προβαλέσθαι τὰ ὅπλα καὶ ἐπιχωρῆσαι ὅλην τὴν ϕάλαγγα. οἳ δὲ ταῦτα προεῖπον τοῖς στρατιώταις· καὶ ἐπεὶ ἐσάλπιγξε προβαλόμενοι τὰ ὅπλα ἐπῇσαν. ἐκ δὲ τούτου θᾶττον προϊόντων σὺν κραυγῇ ἀπὸ τοῦ αὐτομάτου δρόμος ἐγένετο τοῖς στρατιώταις ἐπὶ τὰς σκηνάς, τῶν δὲ βαρβάρων ϕόβος πολύς, 18. καὶ ἥ τε Κίλισσα ἔϕυγεν ἐπὶ τῆς· ἁρμαμάξης καὶ οἱ ἐκ τῆς ἀγορᾶς καταλιπόντες τὰ ὤνια ἔϕυγον. οἱ δὲ Ἕλληνες σὺν γέλωτι ἐπὶ τὰςσκηνὰς ἦλθον. ἡ δὲ Κίλισσα ἰδοῦσα τὴν λαμπρότητα καὶ τὴν τάξιν τοῦ στρατεύματος ἐθαύμασε. Κῦρος δὲ ἥσθη τὸν ἐκ τῶν Ἑλλήνων εἰς τοὺς βαρβάρους ϕόβον ἰδών.
19. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Ἰκόνιον, τῆς Φρυγίας πόλιν ἐσχάτην. ἐνταῦθα ἔμεινε τρεῖς ἡμέρας. ἐντεῦθεν ἐξελαύνει διὰ τῆς Λυκαονίας σταθμοὺς πέντε παρασάγγας τριάκοντα. ταύτην τὴν χώραν ἐπέτρεψε διαρπάσαι τοῖς Ἕλλησιν ὡς πολεμίαν οὖσαν. 20. Ἐντεῦθεν Κῦρος τὴν Κίλισσαν εἰς τὴν Κιλικίαν ἀποπέμπει τὴν ταχίστην ὁδόν· καὶ συνέπεμψεν αὐτῇ [στρατιώτας] οὓς Μένων εἶχε καὶ αὐτόν. Κῦρος δὲ μετὰ τῶν ἄλλων ἐξελαύνει διὰ Καππαδοκίας σταθμοὺς τέτταρας παρασάγγας εἴκοσι καὶ πέντε πρὸς Δάνα, πόλιν οἰκουμένην, μεγάλην καὶ εὐδαίμονα. ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· ἐν ᾧ Κῦρος ἀπέκτεινεν ἄνδρα Πέρσην Μεγαϕέρνην, ϕοινικιστὴν βασίλειον, καὶ ἕτερόν τινα [τῶν ὑπάρχων] δυνάστην, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ.
21. Ἐντεῦθεν ἐπειρῶντο εἰσβάλλειν εἰς τὴν Κιλικίαν· ἡ δὲ εἰσβολὴ ἦν [ὁδός] ἁμαξιτὸς ὀρθία ἰσχυρῶς καὶ ἀμήχανον εἰσελθεῖν στρατεύματι, εἴ τις ἐκώλυεν. ἐλέγετο δὲ καὶ Συέννεσις εἶναι ἐπὶ τῶν ἄκρων ϕυλάττων τὴν εἰσβολήν· διὸ ἔμειναν ἡμέραν ἐν τῷ πεδίῳ. τῇ δὲ ὑστεραίᾳ ἧκεν ἄγγελος λέγων ὅτι λελοιπὼς εἴη Συέννεσις τὰ ἄκρα, ἐπεὶ ᾔσθετο ὅτι τὸ Μένωνος στράτευμα ἤδη ἐν Κιλικίᾳ ἦν εἴσω τῶν ὀρέων, καὶ ὅτι τριήρεις ἤκουε περιπλεούσας ἀπ' Ἰωνίας εἰς Κιλικίαν Ταμὼν ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. 22. Κῦρος δ' οὖν ἀνέβη ἐπὶ τὰ ὄρη οὐδενὸς κωλύοντος, καὶ εἶδε τὰς σκηνὰς οὗ οἱ Κίλικες ἐϕύλαττον. ἐντεῦθεν δὲ κατέβαινεν εἰς πεδίον μέγα καὶ καλόν, ἐπίῤῥυτον, καὶ δένδρων παντοδαπῶν σύμπλεων καὶ ἀμπέλων· πολὺ δὲ καὶ σήσαμον καὶ μελίνην καὶ κέγχρον καὶ πυροὺς καὶ κριθὰς ϕέρει. ὄρος δ' αὐτὸ περιεῖχεν ὀχυρὸν καὶ ὑψηλὸν πάντῃ ἐκ θαλάττης εἰς θάλατταν. 23. Καταβὰς δὲ διὰ τούτου τοῦ πεδίου ἤλασε σταθμοὺς τέτταρας παρασάγγας πέντε καὶ εἴκοσιν εἰς Ταρσούς, τῆς Κιλικίας πόλιν μεγάλην καὶ εὐδαίμονα, οὗ ἦν τὰ Συεννέσιος βασίλεια τοῦ Κιλίκων βασιλέως· διὰ μέσου δὲ τῆς πόλεως ῥεῖ ποταμὸς Κύδνος ὄνομα, εὖρος δύο πλέθρων. 24. Ταύτην τὴν πόλιν ἐξέλιπον οἱ ἐνοικοῦντες μετὰ Συεννέσιος εἰς χωρίον ὀχυρὸν ἐπὶ τὰ ὄρη πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες· ἔμειναν δὲ καὶ οἱ παρὰ τὴν θάλατταν οἰκοῦντες ἐν Σόλοις καὶ ἐν Ἰσσοῖς.
25. Ἐπύαξα δὲ ἡ Συεννέσιος γυνὴ προτέρα Κύρου πέντε ἡμέραις εἰς Ταρσοὺς ἀϕίκετο· ἐν δὲ τῇ ὑπερβολῇ τῶν ὀρῶν τῇ εἰς τὸ πεδίον δύο λόχοι τοῦ Μένωνος στρατεύματος ἀπώλοντο· οἳ μὲν ἔϕασαν ἁρπάζοντάς τι κατακοπῆναι ὑπὸ τῶν Κιλίκων, οἳ δὲ ὑπολειϕθέντας καὶ οὐ δυναμένους εὑρεῖν τὸ ἄλλο στράτευμα οὐδὲ τὰς ὁδοὺς εἶτα πλανωμένους ἀπολέσθαι· ἦσαν δ' οὖν οὗτοι ἑκατὸν ὁπλῖται. 26. Οἱ δ' ἄλλοι ἐπεὶ ἧκον, τήν τε πόλιν τοὺς Ταρσοὺς διήρπασαν, διὰ τὸν ὄλεθρον τῶν συστρατιωτῶν ὀργιζόμενοι, καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ. Κῦρος δ' ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν, μετεπέμπετο τὸν Συέννεσιν πρὸς ἑαυτόν· ὃ δ' οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν ἔϕη οὔτε τότε Κύρῳ ἰέναι ἤθελε, πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε καὶ πίστεις ἔλαβε. 27. Μετὰ δὲ ταῦτα ἐπεὶ συνεγένοντο ἀλλήλοις, Συέννεσις μὲν ἔδωκε Κύρῳ χρήματα πολλὰ εἰς τὴν στρατιάν, Κῦρος δὲ ἐκείνῳ δῶρα ἃ νομίζεται παρὰ βασιλεῖ τίμια, ἵππον χρυσοχάλινον καὶ στρεπτὸν χρυσοῦν καὶ ψέλια καὶ ἀκινάκην χρυσοῦν καὶ στολὴν Περσικήν, καὶ τὴν χώραν μηκέτι διαρπάζεσθαι· τὰ δὲ ἡρπασμένα ἀνδράποδα ἤν που ἐντυγχάνωσιν, ἀπολαμβάνειν.
VIII. 21. Κῦρος δ' ὁρῶν τοὺς Ἕλληνας νικῶντας τὸ καθ' αὑτοὺς καὶ διώκοντας, ἡδόμενος καὶ προσκυνούμενος ἤδη ὡς βασιλεὺς ὑπὸ τῶν ἀμϕ' αὐτόν, οὐδ' ὡς ἐξήχθη διώκειν, ἀλλὰ συνεσπειραμένην ἔχων τὴν τῶν σὺν ἑαυτῷ ἑξακοσίων ἱππέων τάξιν ἐπεμελεῖτο ὅ,τι ποιήσει βασιλεύς. καὶ γὰρ ᾔδει αὐτὸν ὅτι μέσον ἔχοι τοῦ Περσικοῦ στρατεύματος. 22. Καὶ πάντες δ' οἱ τῶν βαρβάρων ἄρχοντες μέσον ἔχοντες τὸ αὑτῶν ἡγοῦνται, νομίζοντες οὕτω καὶ ἐν ἀσϕαλεστάτῳ εἶναι, ἢν ᾖ ἡ ἰσχὺς αὐτῶν ἑκατέρωθεν, καὶ εἴ τι παραγγεῖλαι χρῄζοιεν, ἡμίσει ἂν χρόνῳ αἰσθάνεσθαι τὸ στράτευμα. 23. Καὶ βασιλεὺς δὴ τότε μέσον ἔχων τῆς αὑτοῦ στρατιᾶς ὅμως ἔξω ἐγένετο τοῦ Κύρου εὐωνύμου κέρατος. ἐπεὶ δ' οὐδεὶς αὐτῷ ἐμάχετο ἐκ τοῦ ἀντίου οὐδὲ τοῖς αὐτοῦ τεταγμένοις ἔμπροσθεν, ἐπέκαμπτεν ὡς εἰς κύκλωσιν.
24. Ἔνθα δὴ Κῦρος, δείσας μὴ ὄπισθεν γενόμενος κατακόψῃ τὸ Ἑλληνικὸν, ἐλαύνει ἀντίος· καὶ ἐμβαλὼν σὺν τοῖς ἑξακοσίοις νικᾷ τοὺς πρὸ βασιλέως τεταγμένους καὶ εἰς ϕυγὴν ἔτρεψε τοὺς ἑξακισχιλίους, καὶ ἀποκτεῖναι λέγεται αὐτὸς τῇ ἑαυτοῦ χειρὶ Ἀρταγέρσην τὸν ἄρχοντα αὐτῶν. 25. Ὡς δ' ἡ τροπὴ ἐγένετο, διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι εἰς τὸ διώκειν ὁρμήσαντες, πλὴν πάνυ ὀλίγοι ἀμϕ' αὐτὸν κατελείϕθησαν, σχεδὸν οἱ ὁμοτράπεζοι καλούμενοι. 26. Σὺν τούτοις δὲ ὢν καθορᾷ βασιλέα καὶ τὸ ἀμϕ' ἐκεῖνον στῖϕος· καὶ εὐθὺς οὐκ ἠνέσχετο, ἀλλ' εἰπὼν «Τὸν ἄνδρα ὁρῶ» ἵετο ἐπ' αὐτὸν καὶ παίει κατὰ τὸ στέρνον καὶ τιτρώσκει διὰ τοῦ θώρακος, ὥς ϕησι Κτησίας ὁ ἰατρός, [ὃς] καὶ ἰάσασθαι αὐτὸς τὸ τραῦμά ϕησι.
27. Παίοντα δ' ἀυτὸν ἀκοντίζει τις παλτῷ ὑπὸ τὸν ὀϕθαλμὸν βιαίως· καὶ ἐνταῦθα μαχόμενοι καὶ βασιλεὺς καὶ Κῦρος καὶ οἱ ἀμϕ' αὐτοὺς ὑπὲρ ἑκατέρου, ὁπόσοι μὲν τῶν ἀμϕὶ βασιλέα ἀπέθνῃσκον, Κτησίας λέγει· παρ' ἐκείνῳ γὰρ ἦν· Κῦρος δὲ αὐτός τε ἀπέθανε καὶ ὀκτὼ οἱ ἄριστοι τῶν περὶ αὐτὸν ἔκειντο ἐπ' αὐτῷ. 28. Ἀρταπάτης δ' ὁ πιστότατος αὐτῷ τῶν σκηπτούχων θεράπων λέγεται, ἐπειδὴ πεπτωκότα εἶδε Κῦρον, καταπηδήσας ἀπὸ τοῦ ἵππου περιπεσεῖν αὐτῷ. 29. Καὶ οἳ μέν ϕασι βασιλέα κελεῦσαί τινα ἐπισϕάξαι αὐτὸν Κύρῳ, οἳ δ' ἑαυτὸν ἐπισϕάξασθαι σπασάμενον τὸν ἀκινάκην· εἶχε γὰρ χρυσοῦν· καὶ στρεπτὸν δ' ἐϕόρει καὶ ψέλια καὶ τἆλλα ὥσπερ οἱ ἄριστοι Περσῶν· ἐτετίμητο γὰρ ὑπὸ Κύρου δι' εὔνοιάν τε καὶ πιστότητα.
Четвертая книга.
VII. 21. Καὶ ἀϕικνοῦνται ἐπὶ τὸ ὄρος τῇ πέμπτῃ ἡμέρᾳ· ὄνομα δὲ τῷ ὄρει ἦν Θήχης. ἐπεὶ δὲ οἱ πρῶτοι ἐγένοντο ἐπὶ τοῦ ὄρους, κραυγὴ πολλὴ ἐγένετο. 22. Ἀκούσας δὲ ὁ Ξενοϕῶν καὶ οἱ ὀπισθοϕύλακες ᾠήθησαν ἔμπροσθεν ἄλλους ἐπιτίθεσθαι πολεμίους· εἵποντο γὰρ ὄπισθεν ἐκ τῆς καιομένης χώρας, καὶ αὐτῶν οἱ ὀπισθοϕύλακες ἀπέκτεινάν τέ τινας καὶ ἐζώγρησαν ἐνέδραν ποιησάμενοι, καὶ γέῤῥα ἔλαβον δασειῶν βοῶν ὠμοβόεια ἀμϕὶ τὰ εἴκοσιν. 23. Ἐπειδὴ δὲ βοὴ πλείων τε ἐγίγνετο καὶ ἐγγύτερον καὶ οἱ ἀεὶ ἐπιόντες ἔθεον δρόμῳ ἐπὶ τοὺς ἀεὶ βοῶντας καὶ πολλῷ μείζων ἐγίγνετο ἡ βοὴ ὅσῳ δὴ πλείους ἐγίγνοντο, ἐδόκει δὴ μεῖζόν τι εἶναι τῷ Ξενοϕῶντι, 24. καὶ ἀναβὰς ἐϕ' ἵππον καὶ Λύκιον καὶ τοὺς ἱππέας ἀναλαβὼν παρεβοήθει· καὶ τάχα δὴ ἀκούουσι βοώντων τῶν στρατιωτῶν «Θάλαττα θάλαττα» καὶ παρεγγυώντων. ἔνθα δὴ ἔθεον πάντες καὶ οἱ ὀπισθοϕύλακες, καὶ τὰ ὑποζύγια ἠλαύνετο καὶ οἱ ἵπποι. 25. Ἐπεὶ δὲ ἀϕίκοντο πάντες ἐπὶ τὸ ἄκρον, ἐνταῦθα δὴ περιέβαλλον ἀλλήλους καὶ στρατηγοὺς καὶ λοχαγοὺς δακρύοντες. καὶ ἐξαπίνης ὅτου δὴ παρεγγυήσαντος οἱ στρατιῶται ϕέρουσι λίθους καὶ ποιοῦσι κολωνὸν μέγαν.
Ксенофонт Афинский (ок. 430 — 355 гг. до н. э.) — ученик Сократа, друг Кира Младшего и Агесилая, автор многих трудов по философии, политике, истории, военному делу, экономике. В «Анабасисе» описывается возвращение в 401 г. до н. э. на родину из Персии десяти тысяч греков-наемников Кира Младшего. В первой книге говорится о походе Кира против царствующего брата Артаксеркса (I – II), о битве при Кунаксах, в которой Кир погиб (VIII, 21–29); в четвертой книге речь идет о выходе греков — после долгих изнурительных странствий — к Понту Эвксинскому в районе Трапезунта (VII, 21–25).
1-я книга.
I,1. Δαρείου καὶ Παρυσάτιδος genetivus originis.
γίγνονται praesens historicum.
2. παρὼν ἐτύγχανε см.§158.
τῆς ἀρχῆς Лидии, Великой Фригии, Каппадокии.
ἀθροίζονται для смотра.
3. ἐπιβουλεύοι оптатив после praesens historicum διαβάλλει.
συλλαμβάνει в каузативном значении: «велит схватить».
4. ὡς = ἐπεί.
ἐπί «под властью».
5. τῶν παρὰ βασιλέως = παρὰ βασιλέως τῶν παρὰ βασιλεῖ.
πάντας после ὅστις согласовано по смыслу.
εὐνοϊκῶς ἔχοιεν — ἔχειν с наречием = εἶναι.
6. ὁπόσας и т. д. — конструкция для перевода: παρήγγειλε τοῖς ϕρουράρχοις ἑκάστοις (τῶν ϕυλάκων), ὁπόσας εἶχεν ἐν ταῖς πόλεσιν.
ὡς ἐπιβουλεύοντος причина, приводимая действующим лицом (а не автором).
Τισσαϕέρνους genetivus possessivus.
ἐκ = ὑπό.
7. βουλευομένους подразум. Μιλησίους (accusativus cum participio).
ἐπολιόρκει imperf. de conatu.
αὕτη обратное согласование подлежащего с именной частью сказуемого.
8. πέμπων подразум. ἄγγελον.
ἀδελϕὸς ὤν для перевода = ἀδελϕῷ ὄντι.
ὧν = ἅς (attractio pronominis relativi).
9. τρεϕόμενον ἐλάνθανεν см. §158.
10. ξένος человек, с которым заключен священный договор взаимного гостеприимства и поддержки.
ὡς οὕτως περιγενόμενος ἄν — ὡς с причастием для обозначения субъективной оценки причины; сочетание причастия с ἄν casus potentialis.
καταλῦσαι подраз. πόλεμον.
II.1. πλὴν ὁπόσοι = πλὴν τοσούτων, ὁπόσοι.
αὐτῷ = Κύρῳ.
ἐϕ' ἅ = ταῦτα, ἐϕ' ἅ.
4. αὐτῷ dat. commodi.
μείζονα ... παρασκευήν полностью было бы: μείζονα ἢ ὡς ἂν ἦν.
ὡς βασιλέα — ὡς с аккузативом в значении «к» употребляется только при существительных и местоимениях, обозначающих лицо.
5. οὕς = τούτους οὕς.
7. ὁπότε βούλοιτο optat. iterat.
διὰ μέσου τοῦ παραδείσου — μέσου в значении существительного «середина».
8. οἷ = ἑαυτῷ.
9. τῇ μάχῃ имеется в виду битва при Саламине.
11. δῆλος ἦν ἀνιώμενος nominativus cum participio.
15. νόμος αὐτοῖς подразум. τάττεσθαι.
ἕκαστον т. е. στρατηγόν.
ἐπὶ τεττάρων почетыре человека в глубину.
16. ἐκκεκαλυμμένας во время марша щиты были покрыты кожаными чехлами.
17. παρήλασε в переходном значении.
μέσης в значении существительного.
ἐσάλπιγξε подразум. σαλπιγκτής.
ἐκ τούτου подразум. τοῦ χρόνου.
τοῖς στρατιώταις соединение dativus possessivus с dativus auctoris.
20. ἐν ᾧ = ἐν τούτῳ τῷ χρόνῳ.
21. ᾔσθετο, ὅτι дополнение.
ὅτι (= ἐπεί) ... ἤκουε причина.
23. ὄνομα acc. limitationis.
24. ἐξέλιπον ... εἰς покинули и (подраз.) ушли.
26. ἔλαβον подлежащее Συέννεσις.
VIII,21. ᾔδει αὐτόν, ὅτι подлежащее придаточного предложения перенесено в управляющее в виде дополнения (пролепсис).
22. ἂν αἰσθάνεσθαι, ἄν c inf. = optat. c ἄν.
24. κατακόψῃ т. е. βασιλεύς.
29. τινά подлежащее к ἀποσϕάξαι.
τἆλλα знаки отличия.
4-я книга.
VII,21. τὸ ὄρος артикль подчеркивает, что речь идет об уже известной горе, с которой видно море.
Θήχης Диодор (XIV, 29) называет эту гору «Хений». Путь эллинов к трапезунду шел, вероятно, по перевалу Зигана в Северо-Анатолийских горах.
22. ἄλλους объясняется последующим εἵποντο γὰρ ... χώρας.
αὐτῶν относится к τινάς.
δασειῶν βοῶν собств. δερμάτων βοῶν.
23. ὅσῳ без ожидавшегося τοσούτῳ.
25. ὅτου аттракция вместо τινός, ὅστις δὴ ἦν.
LXV. Ταῦτ' εἰπὼν ἐκεῖνος μὲν ἀνίστατο εἰς οἴκημά τι ὡς λουσόμενος, καὶ ὁ Κρίτων εἵπετο αὐτῷ, ἡμᾶς δ' ἐκέλευε περιμένειν. περιεμένομεν οὖν πρὸς ἡμᾶς αὐτοὺς διαλεγόμενοι περὶ τῶν εἰρημένων καὶ ἀνασκοποῦντες, τοτὲ δ' αὖ περὶ τῆς ξυμϕορᾶς διεξιόντες, ὅση ἡμῖν γεγονυῖα εἴη, ἀτεχνῶς ἡγούμενοι ὥσπερ πατρὸς στερηθέντες διάξειν ὀρϕανοὶ τὸν ἔπειτα βίον. ἐπειδὴ δὲ ἐλούσατο καὶ ἠνέχθη παρ' αὐτὸν τὰ παιδία — δύο γὰρ αὐτῷ υἱεῖς σμικροὶ ἦσαν, εἷς δὲ μέγας — καὶ αἱ οἰκεῖαι γυναῖκες ἀϕίκοντο, ἐκείναις ἐναντίον τοῦ Κρίτωνος διαλεχθείς τε καὶ ἐπιστείλας ἅττα ἐβούλετο, τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἀπιέναι ἐκέλευσεν, αὐτὸς δὲ ἧκε παρ' ἡμᾶς. καὶ ἦν ἤδη ἐγγὺς ἡλίου δυσμῶν· χρόνον γὰρ πολὺν διέτριψεν ἔνδον. ἐλθὼν δ' ἐκαθέζετο λελουμένος, καὶ οὐ πολλὰ μετὰ ταῦτα διελέχθη, καὶ ἧκεν ὁ τῶν ἕνδεκα ὑπηρέτης καὶ στὰς παρ' αὐτόν· «ὦ Σώκρατες, — ἔϕη, — οὐ καταγνώσομαι σοῦ ὅπερ ἄλλων καταγιγνώσκω, ὅτι μοι χαλεπαίνουσι καὶ καταρώνται, ἐπειδὰν αὐτοῖς παραγγέλλω πίνειν τὸ ϕάρμακον ἀναγκαζόντων τῶν ἀρχόντων. σὲ δὲ ἐγὼ καὶ ἄλλως ἔγνωκα ἐν τούτῳ τῷ χρόνῳ γενναιότατον καὶ πρᾳότατον καὶ ἄριστον ἄνδρα ὄντα τῶν πώποτε δεῦρο ἀϕικομένων. καὶ δὴ καὶ νῦν εὖ οἶδ' ὅτι οὐκ ἐμοὶ χαλεπαίνεις, γιγνώσκεις γὰρ τοὺς αἰτίους, ἀλλὰ ἐκείνοις. νῦν, οἶσθα γὰρ ἃ ἦλθον ἀγγέλλων, χαῖρέ τε καὶ πειρῶ ὡς ῥᾷστα ϕέρειν τὰ ἀναγκαῖα.» καὶ ἅμα δακρύσας μεταστρεϕόμενος ἀπῄει. καὶ ὁ Σωκράτης ἀναβλέψας πρὸς αὐτόν· «καὶ σύ, — ἔϕη, — χαῖρε, καὶ ἡμεῖς ταῦτα ποιήσομεν.» καὶ ἅμα πρὸς ἡμᾶς· «ὡς ἀστεῖος, — ἔϕη, — ὁ ἄνθρωπος· καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε καὶ ἦν ἀνδρῶν λῷστος, καὶ νῦν ὡς γενναίως με ἀποδακρύει. ἀλλ' ἄγε δή, ὦ Κρίτων, πειθώμεθα αὐτῷ, καὶ ἐνεγκάτω τις τὸ ϕάρμακον, εἰ τέτριπται· εἰ δὲ μή, τριψάτω ὁ ἄνθρωπος.» καὶ ὁ Κρίτων· «ἀλλ' οἶμαι, — ἔϕη, — ἔγωγε, ὦ Σώκρατες, ἔτι ἥλιον εἶναι ἐπὶ τοῖς ὄρεσιν καὶ οὔπω δεδυκέναι. καὶ ἅμα ἐγὼ οἶδα καὶ ἄλλους πάνυ ὀψὲ πίνοντας, ἐπειδὰν παραγγελθῇ αὐτοῖς δειπνήσαντάς τε καὶ πιόντας εὖ μάλα, καὶ ξυγγενομένους γ' ἐνίους ὧν ἂν τύχωσιν ἐπιθυμοῦντες. ἀλλὰ μηδὲν ἐπείγου· ἔτι γὰρ ἐγχωρεῖ.» καὶ ὁ Σωκράτης· «εἰκότως γε, — ἔϕη, — ὦ Κρίτων, ἐκεῖνοί τε ταῦτα ποιοῦσιν, οὓς σὺ λέγεις, οἴονται γὰρ κερδαίνειν ταῦτα ποιήσαντες, καὶ ἔγωγε ταῦτα εἰκότως οὐ ποιήσω· οὐδὲν γὰρ οἶμαι κερδαίνειν ὀλίγον ὕστερον πιὼν ἄλλο γε ἢ γέλωτα ὀϕλήσειν παρ' ἐμαυτῷ, γλιχόμενος τοῦ ζῆν καὶ ϕειδόμενος οὐδενὸς ἔτι ἐνόντος. ἀλλ' ἴθι, — ἔϕη, — πιθοῦ καὶ μῆ ἄλλως ποίει.»
LXVI. Καὶ ὁ Κρίτων ἀκούσας ἔνευσε τῷ παιδὶ πλησίον ἑστῶτι, καὶ ὁ παῖς ἐξελθὼν καὶ συχνὸν χρόνον διατρίψας ἧκεν ἄγων τὸν μέλλοντα διδόναι τὸ ϕάρμακον, ἐν κύλικι ϕέροντα τετριμμένον· ἰδὼν δὲ ὁ Σωκράτης τὸν ἄνθρωπον· «εἶεν, — ἔϕη, — ὦ βέλτιστε, σὺ γὰρ τούτων ἐπιστήμων, τί χρὴ ποιεῖν;» «οὐδὲν ἄλλο, — ἔϕη, — ἢ πιόντα περιιέναι, ἕως ἄν σου βάρος ἐν τοῖς σκέλεσι γένηται, ἔπειτα κατακεῖσθαι· καὶ οὕτως αὐτὸ ποιήσει.» καὶ ἅμα ὤρεξε τὴν κύλικα τῷ Σωκράτει· καὶ ὃς λαβὼν καὶ μάλα ἵλεως, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαϕθείρας οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἀλλ', ὥσπερ εἰώθει, ταυρηδὸν ὑποβλέψας πρὸς τὸν ἄνθρωπον· «τί λέγεις, — ἔϕη, — περὶ τοῦδε τοῦ πώματος πρὸς τὸ ἀποσπεῖσαί τινι; ἔξεστιν ἢ οὔ;» «τοσοῦτον, — ἔϕη, — ὦ Σώκρατες, τρίβομεν, ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν.» «μανθάνω, — ἦ δ' ὅς — ἀλλ' εὔχεσθαί γέ που τοῖς θεοῖς ἔξεστί τε καὶ χρή, τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε εὐτυχῆ γενέσθαι· ἃ δὴ καὶ ἐγὼ εὔχομαί τε καὶ γένοιτο ταύτῃ.» καὶ ἅμ' εἰπὼν ταῦτα ἐπισχόμενος καὶ μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιεν, καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν, ὡς δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα, οὐκέτι, ἀλλ' ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ ἀστακτὶ ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαιον ἐμαυτόν· οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην. ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ. ἐπειδὴ οὺχ οἷός τ' ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη. Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ δὴ καὶ τότε ἀναβρυχησάμενος κλαίων καὶ ἀγανακτῶν οὐδένα ὅντινα οὐ κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ Σωκράτους. ἐκεῖνος δέ· «οἷα, — ἔϕη, — ποιεῖτε, ὦ θαυμάσιοι. ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν· καὶ γὰρ ἀκήκοα, ὅτι ἐν εὐϕημίᾳ χρὴ τελευτᾶν. ἀλλ' ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε.» καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ ἐπέσχομεν τοῦ δακρύειν. ὁ δὲ περιελθών, ἐπειδή οἱ βαρύνεσθαι ἔϕη τὰ σκέλη, κατεκλίθη ὕπτιος· οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος· καὶ ἅμα ἐϕαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ ϕάρμακον, διαλιπὼν χρόνον ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη, κἄπειτα σϕόδρα πιέσας αὐτοῦ τὸν πόδα ἤρετο, εἰ αἰσθάνοιτο· ὁ δ' οὐκ ἔϕη· καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας· καὶ ἐπανιὼν οὕτως ἡμῖν ἐπεδείκνυτο, ὅτι ψύχοιτό τε καὶ πηγνῦτο. καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν, ὅτι, ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται. ἤδη οὖν σχεδόν τι αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον ψυχόμενα, καὶ ἐκκαλυψάμενος — ἐνεκεκάλυπτο γάρ — εἶπεν, ὃ δὴ τελευταῖον ἐϕθέγξατο· «ὦ Κρίτων, — ἔϕη, — τῷ Ἀσκληπιῷ ὀϕείλομεν ἀλεκτρυόνα· ἀλλὰ ἀπόδοτε καὶ μὴ ἀμελήσητε.» «ἀλλὰ ταῦτα, — ἔϕη, — ἔσται, ὁ Κρίτων· ἀλλ' ὅρα, εἴ τι ἄλλο λέγεις.» ταῦτα ἐρομένου αὐτοῦ οὐδὲν ἔτι ἀπεκρίνατο, ἀλλ' ὀλίγον χρόνον διαλιπὼν ἐκινήθη τε καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν, καὶ ὃς τὰ ὄμματα ἔστησεν· ἰδὼν δὲ ὁ Κρίτων ξυνέλαβε τὸ στόμα καὶ τοὺς ὀϕθαλμούς.
Платон (427 — 347 гг. до н.э.) — крупнейший представитель объективного идеализма в античной философии. Сохранилось свыше 40 трудов Платона: трактатов, диалогов, мемуаров; в них философ идет от воспоминаний о Сократе к изложению собственного учения. В заключительных главах "Федона" (55 - 56) описывается смерть Сократа.
LXV. τὰ παιδία старший сын — Лампрокл, другие — Софрониск и Менексен.
ἐναντίον относится к τοῦ Κρίτωνος.
τῶν ἕνδεκα эти лица наблюдали за исполнением судебных приговоров.
τῶν ἀϕικομένων genetivus comparationis при превосходной степени ἄριστον.
ἅ относится к ἀγγέλλων.
πάντα τὸν χρόνον (а не τὸν πάντα χρόνον) для обозначения определенного отрезка времени.
ὧν аттракция вм. τούτοις, ὧν.
ἐγχωρεῖ подразум. ὁ χρόνος.
LXVI. τὸ ϕάρμακον каков был яд, Платон не говорит; обыкновенно пирменялась цикута (κώνειον).
ἦ аттический имперфект = ἔϕη.
οὐδένα ὅντινα οὐ аттракция вм. οὐδείς (ἐστιν) ὅντινα οὐ.
οὐχ ἥκιστα = μάλιστα.
οὐκ ἔϕη "ответил, что нет" (досл.: "не ответил").
πήγνυτο ἀλεκτρύονα в награду за смерть как исцеление от болезни, с которой Сократ сравнивает жизнь.
ἐκινήθη "вздрогнул".
Ἀριστοτέλους Ἀθηναίων πολιτεία.
VI,1. Κύριος δὲ γενόμενος τῶν πραγμάτων Σόλων τόν τε δῆμον ἠλευθέρωσε καὶ ἐν τῷ παρόντι καὶ εἰς τὸ μέλλον κωλύσας ἐπὶ τοῖς σώμασιν δανείζειν καὶ χρεῶν ἀποκοπὰς ἐποίησε καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων, ἃς σεισάχθειαν καλοῦσιν, ὡς ἀποσεισάμενοι τὸ βάρος. Ἐν οἷς πειρῶνταί τινες διαβάλλειν αὐτόν·... VII,3. Τιμήματα διεῖλεν εἰς τέτταρα τέλη, εἰς πεντακοσιομέδιμνον καὶ ἱππέα καὶ ζευγίτην καὶ θῆτα. Καὶ τὰς μὲν οὔσας ἀρχὰς ἀπένειμεν ἄρχειν ἐκ πεντακοσιομεδίμνων καὶ ἱππέων καὶ ζευγιτῶν, τοὺς ἐννέα ἄρχοντας καὶ τοὺς ταμίας καὶ τοὺς πωλητὰς καὶ τοὺς ἕνδεκα καὶ τοὺς κωλακρέτας, ἑκάστοις ἀνὰ λόγον τῷ μεγέθει τοῦ τιμήματος ἀποδιδοὺς τὴν ἀρχήν. Τοῖς δὲ τὸ θητικὸν τελοῦσιν ἐκκλησίας καὶ δικαστηρίων μετέδωκε μόνον. Ἔδει δὲ τελεῖν πεντακοσιομέδιμνον μέν, ὃς ἂν ἐκ τῆς οἰκείας ποιῇ πεντακόσια μέτρα τὰ συνάμϕω ξηρὰ καὶ ὑγρά, ἱππάδα τοὺς τριακόσια ποιοῦντας, ὡς δ' ἔνιοί ϕασι τοὺς ἱπποτροϕεῖν δυναμένους. Ζευγίσιον δ' ἔδει τελεῖν τοὺς διακόσια τὰ συνάμϕω ποιοῦντας· τοὺς δ' ἄλλους θητικόν, οὐδεμιᾶς μετέχοντας ἀρχῆς.
VIII,1. Τὰς δ' ἀρχὰς ἐποίησε κληρωτὰς ἐκ προκρίτων, οὓς ἑκάστη προκρίνειε τῶν ϕυλῶν. Προύκρινεν δ' εἰς τοὺς ἐννέα ἄρχοντας ἑκάστῃ δέκα, καὶ ἐκ τούτων ἐκλῆρουν· ὅθεν ἔτι διαμένει ταῖς ϕυλαῖς τὸ δέκα κληροῦν ἑκάστην, εἶτ' ἐκ τούτων κυαμεύειν... 4. Βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης τῆς ϕυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοϕυλακεῖν, ὥσπερ ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, ἣ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτείσεις ἀνέϕερεν εἰς πόλιν, οὐκ ἐπιγράϕουσα τὴν πρόϕασιν τοῦ ἐκτίνεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν Σόλωνος θέντος νόμον εἰσαγγελίας περὶ αὐτῶν.
IX,1. Τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον. Δοκεῖ δὲ τῆς Σόλωνος πολιτείας τρία τάδ' εἶναι τὰ δημοτικώτατα· πρῶτον μὲν καὶ μέγιστον τὸ μὴ δανείζειν ἐπὶ τοῖς σώμασιν, ἔπειτα τὸ ἐξεῖναι τῷ βουλομένῳ τιμωρεῖν ὑπὲρ τῶν ἀδικουμένων, τρίτον δέ, ᾧ μάλιστά ϕασιν ἰσχυκέναι τὸ πλῆθος, ἡ εἰς τὸ δικαστήροιν ἔϕεσις· κύριος γὰρ ὢν ὁ δῆμος τῆς ψήϕου κύριος γίγνεται τῆς πολιτείας.
Аристотель (384 — 322 гг. до н.э.) величайший философ-энциклопедист; сохранилось свыше 40 его сочинений по философии, этике, эстетике, политике, истории, естественным наукам. В "Афинской политии" (VI — IX) даются сведения о законодательстве Солона.
VI,1. ἐν οἷς "именно насчет этого" (сильнее, чем ἐν τούτοις).
VII,3. τιμήματα без дополнения (подразум. "имущество").
μὲν οὔσας есть и другие чтения: μὲν πολλάς, μεγίστας и просто μέν.
4. ἐκ τῆς οἰκείας подразум. γῆς.
ζευγίσιον подразум. τέλος.
VIII,1. κληρωτὰς ἐκ προκρίτων интересные сведения о двустепенности выборов: голосовании в первой инстанции и жеребьевке во второй.
βουλήν без артикля, т.к. речь идет о новом учреждении.
εἰσαγγελίας позже исангелия — донос в народное собрание о государственном преступлении.
IX. ἐξεῖναι = ἐξουσίαν εἶναι.
1. Πολλοὶ μοι προσεληλύθασιν, ὦ ἄνδρες δικασταί, θαυμάζοντες, ὅτι ἐγὼ τῶν σιτοπωλῶν ἐν τῇ βουλῇ κατηγόρουν, καὶ λέγοντες, ὅτι ὑμεῖς, εἰ ὡς μάλιστα αὐτοὺς ἀδικεῖν ἡγεῖσθε, οὐδὲν ἧττον καὶ τοὺς περὶ τούτων λόγους ποιουμένους συκοϕαντεῖν νομίζετε. ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων πρῶτον εἰπεῖν βούλομαι.
2. Ἐπειδὴ γὰρ οἱ πρυτάνεις ἀπέδοσαν εἰς τὴν βουλὴν περὶ αὐτῶν, οὕτως ὠργίσθησαν αὐτοῖς, ὥστε ἔλεγόν τινες τῶν ῥητόρων ὡς ἀκρίτους αὐτοὺς χρὴ τοῖς ἕνδεκα παραδοῦναι θανάτῳ ζημιῶσαι. Ἡγούμενος δὲ ἐγὼ δεινὸν εἶναι τοιαῦτα ἐθίζεσθαι ποιεῖν τὴν βουλήν, ἀναστὰς εἶπον, ὅτι μοι δοκοίη κρίνειν τοὺς σιτοπώλας κατὰ τὸν νόμον, νομίζων, εἰ μέν εἰσιν ἄξια θανάτου εἰργασμένοι, ὑμᾶς οὐδὲν ἧττον ἡμῶν γνώσεσθαι τὰ δίκαια, εἰ δὲ μηδὲν ἀδικοῦσιν, οὐ δεῖν αὐτοὺς ἀκρίτους ἀπολωλέναι. 3. Πεισθείσης δὲ τῆς βουλῆς ταῦτα, διαβάλλειν ἐπεχείρουν με λέγοντες ὡς ἐγὼ σωτηρίας ἕνεκα τῆς τῶν σιτοπωλῶν τοὺς λόγους τούτους ἐποιούμην. Πρὸς μὲν οὖν τὴν βουλήν, ὅτ' ἦν αὐτοῖς ἡ κρίσις, ἔργῳ ἀπελογησάμην· τῶν γὰρ ἄλλων ἡσυχίαν ἀγόντων ἀναστὰς αὐτῶν κατηγόρουν, καὶ πᾶσι ϕανερὸν ἐποίησα, ὅτι οὐχ ὑπὲρ τούτων ἔλεγον, ἀλλὰ τοῖς νόμοις τοῖς κειμένοις ἐβοήθουν. 4. Ἠρξάμην μὲν οὖν τούτων ἕνεκα, δεδιὼς τὰς αἰτίας· αἰσχρὸν δ' ἡγουμαι πρότερον παύσασθαι, πρὶν ἂν ὑμεῖς περὶ αὐτῶν ὅ τι ἂν βούλησθε ψηϕίσησθε.
5. Καὶ πρῶτον μὲν ἀνάβητε. εἰπὲ σὺ ἐμοί, μέτοικος εἶ; Ναί. Μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων, ὅ τι ἂν βούλῃ; Ὡς πεισόμενος. ῎Αλλο τι οὖν ἀξιοῖς ἢ ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ τοὺς νόμους, ἐϕ' οἷς θάνατος ἡ ζημία; Ἔγωγε. Ἀπόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα ϕορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει. Ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.
6. Ἐὰν μὲν τοίνυν ἀποδείξῃ, ὦ ἄνδρες δικασταί, ὡς ἔστι νόμος, ὃς κελεύει τοὺς σιτοπώλας συνωνεῖσθαι τὸν σῖτον, ἐὰν οἱ ἄρχοντες κελεύωσιν, ἀποψηϕίσασθε· εἰ δὲ μή, δίκαιον ὑμᾶς καταψηϕίσασθαι. Ἡμεῖς γὰρ ὑμῖν παρεσχόμεθα τὸν νόμον, ὃς ἀπαγορεύει μηδένα τῶν ἐν τῇ πόλει πλείω σῖτον πεντήκοντα ϕορμῶν συνωνεῖσθαι.
7. Χρῆν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἱκανὴν εἶναι ταύτην τὴν κατηγορίαν, ἐπειδὴ οὗτος μὲν ὁμολογεῖ συμπρίασθαι, ὁ δὲ νόμος ἀπαγορεύων ϕαίνεται, ὑμεῖς δὲ κατὰ τοὺς νόμους ὀμωμόκατε ψηϕιεῖσθαι· ὅμως δ' ἵνα πεισθῆτε, ὅτι καὶ κατὰ τῶν ἀρχόντων ψεύδονται, ἀνάγκη διὰ μακροτέρων εἰπεῖν περὶ αὐτῶν. 8. Ἐπειδὴ γὰρ οὗτοι τὴν αἰτίαν εἰς ἐκείνους ἀνέϕερον, παρακαλέσαντες τοὺς ἄρχοντας ἠρωτῶμεν. Καὶ οἱ μὲν νῦν οὐδὲν ἔϕασαν εἰδέναι τοῦ πράγματος, ῎Ανυτος δ' ἔλεγεν ὡς τοῦ προτέρου χειμῶνος, ἐπειδὴ τίμιος ἦν ὁ σῖτος, τούτων ὑπερβαλλόντων ἀλλήλους καὶ πρὸς σϕᾶς αὐτοὺς μαχομένων συμβουλεύσειεν αὐτοῖς παύσασθαι ϕιλονικοῦσιν, ἡγούμενος συμϕέρειν ὑμῖν τοῖς παρὰ τούτων ὠνουμένοις ὡς ἀξιώτατον τούτους πρίασθαι· δεῖν γὰρ αὐτοὺς ὀβολῷ μόνον πωλεῖν τιμιώτερον. 9. Ὡς τοίνυν οὐ συμπριαμένους καταθέσθαι ἐκέλευεν αὐτούς, ἀλλὰ μὴ ἀλλήλοις ἀντωνεῖσθαι συνεβούλευεν, αὐτὸν ὑμῖν ῎Ανυτον μάρτυρα παρέξομαι.
ΜΑΡΤΥΡΙΑ
Καὶ [ὡς] οὗτος μὲν ἐπὶ τῆς προτέρας βουλῆς τούτους εἶπε τοὺς λόγους, οὗτοι δ' ἐπὶ τῆσδε συνωνούμενοι ϕαίνονται.
10. Ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῶν ἀρχόντων κελευσθέντες συνεπρίαντο τὸν σῖτον, ἀκηκόατε· ἡγοῦμαι δ', ἐὰν ὡς μάλιστα περὶ τούτων ἀληθῆ λέγωσιν, οὐχ ὑπὲρ αὑτῶν αὐτοὺς ἀπολογήσεσθαι, ἀλλὰ τούτων κατηγορήσειν· περὶ γὰρ ὧν εἰσι νόμοι διαῤῥήδην γεγραμμένοι, πῶς οὐ χρὴ διδόναι δίκην καὶ τοὺς μὴ πειθομένους καὶ τοὺς κελεύοντας τούτοις τἀναντία πράττειν;
11. Ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οἴομαι αὐτοὺς ἐπὶ μὲν τούτῳ τῷ λόγῳ οὐκ ἐλεήσεσθαι· ἴσως δ' ἐροῦσιν, ὧσπερ καὶ ἐν τῇ βουλῇ, ὡς ἐπ' εὐνοίᾳ τῆς πόλεως συνεωνοῦντο τὸν σῖτον, ἵν' ὡς ἀξιώτατον ὑμῖν πωλοῖεν. Μέγιστον δ' ὑμῖν ἐρῶ καὶ περιϕανέστατον τεκμήριον, ὅτι ψεύδονται. 12. Ἐχρῆν γὰρ αὐτούς, εἴπερ ὑμῶν ἕνεκα ἔπραττον ταῦτα, ϕαίνεσθαι τῆς αὐτῆς τιμῆς πολλὰς ἡμέρας πωλοῦντας, ἕως ὁ συνεωνημένος αὐτοὺς ἐπέλιπε· νῦν δ' ἐνίοτε τῆς αὐτῆς ἡμέρας ἐπώλουν δραχμῇ τιμιώτερον, ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι. Καὶ τούτων ὑμᾶς μάρτυρας παρέχομαι. 13. Δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν μὲν εἰσϕορὰν εἰσενεγκεῖν δέῃ, ἣν πάντες εἴσεσθαι μέλλουσιν, οὐκ ἐθέλουσιν, ἀλλὰ πενίαν προϕασίζονται, ἐϕ' οἷς δὲ θάνατός ἐστιν ἡ ζημία καὶ λαθεῖν αὐτοῖς συνέϕερε, ταῦτα ἐπ' εὐνοίᾳ ϕασὶ τῇ ὑμετέρᾳ παρανομῆσαι. Καίτοι πάντες ἐπίστασθε, ὅτι τούτοις ἥκιστα προσήκει τοιούτους ποιεῖσθαι λόγους. Τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμϕέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν σῖτον πωλῶσιν. 14. Οὕτω δ' ἄσμενοι τὰς συμϕορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τὰς μὲν πρότεροι τῶν ἄλλων πυνθάνονται, τὰς δ' αὐτοὶ λογοποιοῦσιν, ἢ τὰς ναῦς διεϕθάρθαι τὰς ἐν τῷ Πόντῳ, ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλῆϕθαι, ἢ τὰ ἐμπόρια κεκλῇσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀποῤῥηθήσεσθαι. 15. Καὶ εἰς τοῦτ' ἔχθρας ἐληλύθασιν, ὥστ' ἐν [τούτοις] τοῖς καιροῖς ἐπιβουλεύουσιν ὑμῖν, ὥσπερ οἱ πολέμιοι. Ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαϕερώμεθα, ἀλλ' ἀγαπῶμεν, ἐὰν ὁποσουτινοσοῦν πριάμενοι παρ' αὐτῶν ἀπέλθωμεν· ὥστ' ἐνίοτε εἰρήνης οὔσης ὑπὸ τούτων πολιορκούμεθα. 16. Οὕτω δὲ πάλαι περὶ τῆς τούτων πανουργίας καὶ κακονοίας ἡ πόλις ἔγνωκεν, ὥστ' ἐπὶ μὲν τοῖς ἄλλοις ὠνίοις ἅπασι τοὺς ἀγορανόμους ϕύλακας κατεστήσατε, ἐπὶ δὲ ταύτῃ μόνῃ τῇ τέχνῃ χωρὶς σιτοϕύλακας ἀποκληροῦτε· καὶ πολλάκις ἤδη παρ' ἐκείνων πολιτῶν ὄντων δίκην τὴν μεγίστην ἐλάβετε, ὅτι οὐχ οἷοί τ' ἦσαν τῆς τούτων πονηρίας ἐπικρατῆσαι. Καίτοι τί χρὴ αὐτοὺς τοὺς ἀδικούντας ὑϕ' ὑμῶν πάσχειν, ὁπότε καὶ τοὺς οὐ δυναμένους ϕυλάττειν ἀποκτείνετε;
17. Ἐνθυμεῖσθαι δὲ χρή, ὅτι ἀδύνατον ὑμῖν ἐστιν ἀποψηϕίσασθαι. Εἰ γὰρ ἀπογνώσεσθε ὁμολογούντων αὐτῶν ἐπὶ τοὺς ἐμπόρους συνίστασθαι, δόξεθ' ὑμεῖς ἐπιβουλεύειν τοῖς εἰσπλέουσιν. Εἰ μὲν γὰρ ἄλλην τινὰ ἀπολογίαν ἐποιοῦντο, οὐδεὶς ἂν εἶχε τοῖς ἀποψηϕισαμένοις ἐπιτιμᾶν· ἐϕ' ὑμῖν γὰρ ὁποτέροις βούλεσθε πιστεύειν· νῦν δὲ πῶς οὐ δεινὰ ἂν δόξαιτε ποιεῖν, εἰ τοὺς ὁμολογοῦντας παρανομεῖν ἀζημίους ἀϕήσετε; 18. Ἀναμνήσθητε δέ, ὦ ἄνδρες δικασταί, ὅτι πολλῶν ἤδη ἐχόντων ταύτην τὴν αἰτίαν, ἀμϕισβητούντων καὶ μάρτυρας παρεχομένων θάνατον κατέγνωτε, πιστοτέρους ἡγησάμενοι τοὺς τῶν κατηγόρων λόγους. Καίτοι πῶς ἂν οὐ θαυμαστὸν εἴη, εἰ περὶ τῶν αὐτῶν ἁμαρτημάτων δικάζοντες μᾶλλον ἐπεθυμεῖτε παρὰ τῶν ἀρνουμένων δίκην λαμβάνειν; 19. Καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, πᾶσιν ἡγοῦμαι ϕανερὸν εἶναι, ὅτι οἱ περὶ τῶν τοιούτων ἀγῶνες κοινότατοι τυγχάνουσιν ὄντες τοῖς ἐν τῇ πόλει, ὥστε πάντες πεύσονται ἥντινα γνώμην περὶ αὐτῶν ἔχετε, ἡγούμενοι, ἐὰν μὲν θάνατον τούτων καταγνῶτε, κοσμιωτέρους ἔσεσθαι τοὺς λοιπούς· ἐὰν δ' ἀζημίους ἀϕῆτε, πολλὴν ἄδειαν αὐτοῖς ἐψηϕισμένοι ἔσεσθε ποιεῖν ὅ τι ἂν βούλωνται. 20. Χρὴ δέ, ὦ ἄνδρες δικασταί, μὴ μόνον τῶν παρεληλυθότων ἕνεκα αὐτοὺς κολάζειν, ἀλλὰ καὶ παραδείγματος ἕνεκα τῶν μελλόντων ἔσεσθαι· οὕτω γὰρ ἔσονται μόγις ἀνεκτοί. Ἐνθυμεῖσθε δ' ὅτι ἐκ ταύτης τῆς τέχνης πλεῖστοι περὶ τοῦ σώματός εἰσιν ἠγωνισμένοι· καὶ οὕτω μεγάλα ἐξ αὐτῆς ὠϕελοῦνται, ὥστε μᾶλλον αἱροῦνται καθ' ἑκάστην ἡμέραν περὶ τῆς ψυχῆς κινδυνεύειν ἢ παύεσθαι παρ' ὑμῶν ἀδίκως κερδαίνοντες. 21. Καὶ μὲν δὴ οὐδ' ἐὰν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ πολὺ μᾶλλον τῶν τε πολιτῶν, οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνῃσκον, καὶ τοὺς ἐμπόρους, ἐϕ' οὓς οὗτοι συνέστησαν· οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην παρα τούτων λαμβάνοντες. Εἰ δὲ μή, τίν' αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται, ὅτι τῶν καπήλων, οἳ τοῖς εἰσπλέουσιν ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηϕίσασθε;
22. Οὐκ οἶδ', ὅ τι δεῖ πλείω λέγειν· περὶ μὲν γὰρ τῶν ἄλλων τῶν ἀδικούντων, ὅτου δικάζονται, δεῖ παρὰ τῶν κατηγόρων πυθέσθαι, τὴν δὲ τούτων πονηρίαν ἅπαντες ἐπίστασθε. Ἐὰν οὖν τούτων καταψηϕίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μή, τιμιώτερον.
Лисий (ок. 459 — 380 гг. до н. э.) — афинский оратор-логограф, составлявший судебные речи в основном для своих клиентов. Сохранились 34 речи, из которых 22-я говорит о запрете в одни руки скупать более 50 медимнов хлеба и спекулировать им.
Судебное дело возникло в 387/386 г. до н.э. из-за нарушения закона.
1.λόγους ποιεῖσθαι περί τινος = κατηγορεῖν τινος.
2. ὠργίσθησαν подразум. οἱ βουλευταί.
τοῖς ἕνδεκα см. примеч. к "Федону" Платона.
3. τῶν γὰρ ἄλλων подразум. ῥητόρων.
5. τῶν ἀρχόντων т.е. τῶν σιτοφυλάκων.
8. синонимы: ὑπερβάλλειν и ἀντωνεῖσθαι, μάχςσται и φιλονεικεῖν.
ἀξιώτατον = εὐωνότατον.
11. ἐλεύσεσθαι редкая в аттической прозе форма будущего времени; обычно ἥξειν, ἰέναι, ἀφίξεσθαι.
13. εἰσφοράν экстраординарная подать на военные нужды.
14. ὑπὸ Λακεδαιμονίων... συνειλῆφθαι возможное указание на Коринфскую войну.
τὰς σπονδάς вероятно, Анталкидов мир.
16. οὕτω... ἔγνωκεν = ταύτην τὴν γνώμην ἔχει.
17. τοὺς ἐμπόρους... τοῖς εἰσπλέουσιν имеются в виду импортеры хлеба.
18. ἐπεθυμεῖτε вм. обычного ἐπιθυμεῖτε.
19. ἐψηφισμένοι ἔσεσθε не зависит от ἡγούμενοι.
20. τοῦ σώματος и τῆς ψυχῆς имеется в виду уголовное преследование.
21. τῶν πολιτῶν οἵ = τοὺς πολίτας οἵ.
ἐφ' οἷς ожидалось бы ἐφ' οὕς.
οἷς... καὶ προθυμοτέρους добавить при переводе οὕς перед προθυμοτέρους.
I,3. Δεῖ δὲ ἐπὶ πλέον εἰπεῖν καὶ πρῶτον τὰ περὶ τὸν Αἴγυπτον, ὅπως ἀπὸ τῶν γνωριμωτέρων ἐπὶ τὰ ἑξῆς προΐωμεν. Κοινὰ μὲν γάρ τινα καὶ ταύτῃ τῇ χώρᾳ καὶ τῇ συνεχεῖ καὶ ὑπὲρ αὐτὴν τῇ τῶν Αἰθιόπων ὁ Νεῖλος παρασκευάζει, ποτίζων τε αὐτὰς κατὰ τὰς ἀναβάσεις καὶ τοῦτ' οἰκήσιμον αὐτῶν τὸ μέρος ἀπολείπων μόνον τὸ καλυπτόμενον ἐν ταῖς πλημμυρίσι, τὸ δ' ὑπερδέξιον καὶ μετεωρότερον τοῦ ῥεύματος πᾶν ἀοίκητον διεξιὼν ἑκατέρωθεν καὶ ἔρημον διὰ τὴν αὐτὴν ἀνυδρίαν. Ἀλλὰ τὴν μὲν Αἰθιοπίαν οὔτε πᾶσαν διέξεισιν ὁ Νεῖλος οὔτε μόνος οὔτ' ἐπ' εὐθείας οὔτ' οἰκουμένην καλῶς· τὴν δ' Αἴγυπτον καὶ μόνος καὶ πᾶσαν καὶ ἐπ' εὐθείας ἀπὸ τοῦ μικροῦ καταράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης ἀρξάμενος, οἵπερ εἰσὶν ὅροι τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ἕως τῶν ἐπὶ θάλατταν ἐκβολῶν. Καὶ μὴν οἵ γε Αἰθίοπες τὸ πλέον νομαδικῶς ζῶσι καὶ ἀπόρως διά τε τὴν λυπρότητα τῆν χώρας καὶ τὴν τῶν ἀέρων ἀσυμμετρίαν καὶ τὸν ἀφ' ἡμῶν ἐκτοπισμόν, τοῖς δ' Αἰγυπτίοις ἅπαντα τἀναντία συμβέβηκε· καὶ γὰρ πολιτικῶς καὶ ἡμέρως ἐξ ἀρχῆς ζῶσι καὶ ἐν γνωρίμοις ἵδρυνται τόποις, ὥστε καὶ αἱ διατάξεις αὐτῶν μνεμονεύονται· καὶ ἐπαινοῦνταί γε δοκοῦντες ἀξίως χρήσασθαι τῇ τῆς χῶρας εὐδαιμονίᾳ, μερίσαντές τε εὖ καὶ ἐπιμεληθέντες. Βασιλέα γὰρ ἀποδείξαντες τριχῆ τὸ πλῆθος διεῖλον καὶ τοὺς μὲν στρατιώτας ἐκάλεσαν τοὺς δὲ γεωργοὺς τοὺς δὲ ἱερέας· καὶ τοὺς μὲν τῶν ἱερῶν ἐπιμελητὰς τοὺς δ' ἄλλους τῶν περὶ τὸν ἄνθρωπον· καὶ τοὺς μὲν τὰ ἐν τῷ πολέμῳ τοὺς δ' ὅσα ἐν εἰρήνῃ, γῆς τε καὶ τέχνας ἐργαζομένων· ἀφ' ὧνπερ καὶ αἱ πρόσοδοι συνήγοντο τῷ βασιλεῖ. Οἱ δ' ἱερεῖς καὶ φιλοσοφίαν ἤσκουν καὶ ἀστρονομίαν, ὁμιληταί τε τῶν βασιλέων ἦσαν. Ἡ δὲ χώρα τὴν μὲν πρώτην διαίρεσιν εἰς νόμους ἔσχε, δέκα μὲν Θηβαΐς, δέκα δ' ἐν τῷ Δέλτᾳ, ἑκκαίδεκα δ' ἡ μεταξύ· ὡς δέ τινες, τοσοῦτοι ἦσαν οἱ σύμπαντες νομοὶ ὅσαι αἱ ἐν τῷ λαβυρίνθῳ αὐλαί· αὗται δ' ἐλάττους τῶν τριάκοντα [καὶ ἕξ]· πάλιν δ' οἱ νομοὶ τομὰς ἄλλας ἔσχον· εἰς γὰρ τοπαρχίας οἱ πλεῖστοι διῄρηντο, καὶ αὗται δ' εἰς ἄλλας τομάς· ἐλάχισται δ' αἱ ἄρουραι μερίδες. Ἐδέησε δὲ τῆς ἐπ' ἀκριβὲς καὶ κατὰ λεπτὸν διαιρέσεως διὰ τὰς συνεχεῖς τῶν ὅρων συγχύσεις ἃς ὁ Νεῖλος ἀπεργάζεται κατὰ τὰς αὐξήσεις, ἀφαιρῶν καὶ προστιθεὶς καὶ ἐναλάττων τὰ σχήματα καὶ τἆλλα σημεῖα ἀποκρύπτων οἷς διακρίνεται τό τε ἀλλότριον καὶ τὸ ἴδιον· ἀνάγκη δὴ ἀναμετρεῖσθαι πάλιν καὶ πάλιν. Ἐντεῦθεν δὲ καὶ τὴν γεωμετρίαν συστῆναί φασιν, ὡς τὴν λογιστικὴν καὶ ἀριθμητικὴν παρὰ Φοινίκων διὰ τὰς ἐμπορίας. Τριχῆ δὲ διῄρητο ὥσπερ τὸ σύμπαν καὶ τὸ ἐν ἑκάστῳ τῷ νομῷ πλῆθος, εἰς τρία ἴσα μερισθείσης τῆς χώρας. Ἡ δὲ περὶ τὸν ποταμὸν πραγματεία διαφέρει τοσοῦτον ὅσον τῇ ἐπιμελείᾳ νικᾶν τὴν φύσιν. Φύσει γὰρ πλείονα φέρει καρπὸν καὶ ποτισθεῖσα μᾶλλον· φύσει δὲ καὶ ἡ μείζων ἀνάβασις τοῦ ποταμοῦ πλείω ποτίζει γῆν, ἀλλ' ἡ ἐπιμέλεια πολλάκις καὶ τῆς φύσεως ἐξίσχυσεν ἐπιλιπούσης, ὥστε καὶ κατὰ τὰς ἐλάττους ἀναβάσεις τοσαύτην ποτισθῆναι γῆν ὅσην ἐν ταῖς μείζοσι, διά τε τῶν διωρύγων καὶ τῶν παραχωμάτων· ἐπὶ γοῦν τῶν πρὸ Πετρωνίου χρόνων ἡ μεγίστη μὲν ἦν φορὰ καὶ ἀνάβασις, ἡνίκα ἐπὶ τεσσαρεσκαίδεκα πήχεις ἀνέβαινεν ὁ Νεῖλος, ἡνίκα δ' ἐπ' ὀκτώ, συνέβαινε λιμός· ἐπ' ἐκείνου δὲ ἄρξαντος τῆς χώρας καὶ δώδεκα μόνον πληρώσαντος πήχεις τοῦ Νείλου μέτρου, μεγίστη ἦν ἡ φορά, καὶ ὀκτώ ποτε μόνον πληρώσαντος λιμοῦ οὐδεὶς ᾔσθετο. Τοιαύτη μὲν ἡ διάταξις· τὰ δ' ἑξῆς λέγωμεν νυνί.
4. Ἀπὸ γὰρ Αἰθιοπικῶν τερμόνων ῥεῖ ἐπ' εὐθείας ὁ Νεῖλος πρὸς ἄρκτους ἕως τοῦ καλουμένου χωρίου Δέλτα· εἶτ' ἐπὶ κορυφὴν σχιζόμενος, ὥς φησιν ὁ Πλάτων, ὡς ἂν τριγώνου κορυφὴν ἀποτελεῖ τὸν τόπον τοὺτον· πλευρὰς δὲ τοῦ τριγώνου τὰ σχιζόμενα ἐφ' ἑκάτερα ῥεῖθρα καθήκοντα μέχρι τῆς θαλάττης, τὸ μὲν ἐν δεξιᾷ τῆς κατὰ Πηλούσιον, τὸ δ' ἐν ἀριστερᾷ τῆς κατὰ Κάνωβον καὶ τὸ πλησίον Ἡράκλειον προσαγορευόμενον· βάσιν δὲ τὴν παραλίαν τὴν μεταξὺ τοῦ Πηλουσίου καὶ τοὺ Ἡρακλείου, γέγονε δὴ νῆσος ἔκ τε τῆς θαλάττης καὶ τῶν ῥευμάτων ἀμφοῖν τοῦ ποταμοῦ, καὶ καλεῖται Δέλτα διὰ τὴν ὁμοιότητα τοῦ σχήματος· τὸ δ' ἐπὶ τῇ κορυφῇ χωρίον ὁμωνύμως κέκληται διὰ τὸ ἀρχὴν εἶναι τοῦ λεχθέντος σχήματος, καὶ ἡ κώμη δὲ ἡ ἐπ' αὐτῷ καλεῖται Δέλτα. Δύο μὲν οὖν ταῦτα τοῦυ Νείλου στόματα, ὧν τὸ μὲν Πηλουσιακὸν καλεῖται, τὸ δὲ Κανωβικὸν καὶ Ἡρακλειωτικόν· μεταξὺ δὲ τούτων ἄλλαι πέντε εἰσιν ἐκβολαὶ αἵ γε ἀξιόλογοι, λεπτότεραι δὲ πλείους· ἀπὸ γὰρ τῶν πρώτων μερῶν ἀποῤῥῶγες πολλαὶ καθ' ὅλην μερισθεῖσαι τὴν νῆσον πολλὰ καὶ ῥεῖθρα καὶ νήσους ἐποίησαν, ὥσθ' ὄλην γενέσθαι πλωτὴν διωρύγων ἐπὶ διώρυξι τμηθειςῶν, αἳ κατὰ ῥᾳστώνην πλέονται τοσαύτην ὥστε καὶ ὀστράκινα ἐνίοις εἶναι πορθμεῖα· τὴν μὲν οὖν περίμετρον ὅσον τρισχιλίων σταδίων ἐστὶν ἡ σύμπασα νῆσος· καλοῦσι δ' αὐτὴν καὶ τὴν κάτω χώραν σὺν ταῖς ἀπαντικρὺ ποταμίαις τοῦ Δέλτα· ἐν δὲ ταῖς ἀναβάσεσι τοῦ Νεῖλου καλύπτεται πᾶσα καὶ πελαγίζει πλὴν τῶν οἰκήσεων· αὗται δ' ἐπὶ λόφων αὐτοφυῶν ἢ χωμάτων ἵδρυνται, πόλεις τε ἀξιόλογοι καὶ κῶμαι, νησίζουσαι κατὰ τὴν πόῤῥωθεν ὄψιν. Πλείους δὲ τετταράκοντα ἡμέρας τοῦ θέρους διαμεῖναν τὸ ὕδωρ ἔπειθ' ὑπόβασιν λαμβάνει κατ' ὀλίγον, καθάπερ καὶ τὴν αὔξησιν ἔσχεν· ἐν ἑξήκοντα δὲ ἡμέραις τελέως γυμνοῦται καὶ ἀναψύχεται τὸ πεδίον· ὅσῳ δὲ θᾶττον ἡ ἀνάψυξις, τοσῷδε θᾶττον ὁ ἄροτος καὶ ὁ σπόρος· θᾶττον δέ, παρ' οἷς τὰ μείζω θάλπη. Τὸν αὐτὸν τρόπον καὶ τὰ ἐπάνω τοῦ Δέλτα ποτίζεται, πλὴν ὅτι ἐπ' εὐθείας ὅσον τετρακισχιλίοις σταδίοις δι' ἑνὸς ῥείθρου τοῦ ποταμοῦ φερομένου, πλὴν εἴ πού τις ἐντρέχει νῆσος, ὦν ἀξιολογοτάτη ἡ τὸν Ἡρακλειωτικὸν νομὸν περιέχουσα, ἢ εἴ πού τις ἐκτροπὴ διώρυγι ἐπὶ πλέον εἰς λίμνην μεγάλην καὶ χωράν, ἣν ποτίζειν δύναται, καθάπερ ἐπὶ τῆς τὸν Ἀρσινοΐτην νομὸν ποτιζούσης καὶ τὴν Μοίριδος λίμνην καὶ τῶν εἰς τὴν Μαρεῶτιν ἀναχεομένων. Συλλήβδην δ' εἰπεῖν, ἡ ποταμία μόνον ἐστὶν Αἴγυπτος ἡ ἑκατέρωθεν ἐσχάτη τοῦ Νείλου, σπάνιον εἴ που τριακοσίων σταδίων ἐπέχουσα συνεχῶς πλάτος τὸ οἰκήσιμον ἀρξαμένη ἀπὸ τῶν ὅρων τῆς Αἰθιοπίας μέχρι τῆς κορυφῆς τοῦ Δέλτα. Ἔοικεν οὖν κειρία ψυχομένη ἐπὶ μῆκος, ὑπεξαιρουμένων τῶν ἐπὶ πλέον ἐκτροπῶν. Ποιεῖ δὲ τὸ σχῆμα τοῦτο τῆς ποταμίας ἧς λέγω καὶ τῆς χώρας τὰ ὄρη ἑκατέρωθεν ἀπὸ τῶν περὶ Συήνην τόπων καταγόμενα μέχρι τοῦ Αἰγυπτίου πελάγους· ἐφ' ὅσον γὰρ ταῦτα παρατείνει καὶ διέστηκεν ἀπ' ἀλλήλων, ἐπὶ τοσοῦτον καὶ ὁ ποταμὸς συνάγεταί τε καὶ διαχεῖται καὶ διασχηματίζει τὴν χώραν διαφόρως τὴν οἰκήσιμον· ἡ δὲ ὑπὲρ τῶν ὀρῶν ἐπὶ συχνὸν ἀοίκητός ἐστιν.
5. Οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῷ τὸ πλέον, οἱ δ' ὕστερον αὐτόπται γενηθέντες ᾔσθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης, καὶ μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην καὶ κατ' ὀλίγον τὴν πλημμυρίδα· τοῦτο δ' ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον κόλπον μέχρι τῆς κινναμωμοφόρου καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν ἐλεφάντων θήραν... Οἱ μὲν οὖν ἀρχαῖοι τὸ οἰκούμενον αὐτὸ καὶ ποτιζόμενον ὑπὸ τοῦ Νείλου μόνον Αἴγυπτον ἐκάλουν ἀπὸ τῶν περὶ Συήνην τόπων ἀρξάμενοι μέχρι τῆς θαλάττης, οἱ δ' ὕστερον μέχρι νῦν προσέλαβον ἐκ μὲν τῶν πρὸς ἕω μερῶν [τὰ] μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τοῦ Νείλου σχεδόν τι πάντα (οἱ δ' Αἰθίοπες οὐ πάνυ χρῶνται τῇ Ἐρυθρᾷ θαλάττῃ), ἐκ δὲ τῶν ἑσπερίων τὰ μέχρι τῶν αὐάσεων καὶ ἐν τῇ παραλίᾳ τὰ ἀπὸ τοῦ Κανωβικοῦ στόματος μέχρι Καταβαθμοῦ καὶ τῆς Κυρηναίων ἐπικρατείας.
Γεωγραφικῶν Ζ.
IV,1. Ἐνταῦθα δ' ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν σαπρὰν λεγομένην λίμνην ἀπὸ τῆς θαλάττης σταδίων [ὢν] τετταράκοντα καὶ ποιῶν τὴν Ταυρικὴν καὶ Σκυθικὴν λεγομένην χεῤῥόνησον· οἱ δὲ τριακοσίων ἑξήκοντα τὸ πλάτος τοῦ ἰσθμοῦ φασιν... 3. Αὕτη δ' ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους· ταῦτα δ' ἦν ἐπὶ Ῥωμαίους παρασκευή. Ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χεῤῥόνησον στρατιὰν ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν, Ἀπολλωνίδης δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτοις τε ἐχειρώσατο βίᾳ καὶ Βοσπόρου κατέστη κύριος παρ' ἑκόντος λαβὼν Παρισάδου τοῦ κατέχοντος. Ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ Χεῤῥονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστι. Τὸ δ' ἴσον ὁ Κτενοῦς διέχει τῆς τε τῶν Χεῤῥονησιτῶν πόλεως καὶ τοῦ συμβόλων λιμένος... Ἐν δὲ τῇ ὀρεινῇ τῶν Ταύρων καὶ τὸ ὄρος ἐστὶν ὁ Τραπεζοῦς, ὁμώνυμον τῇ πόλει τῇ περὶ τὴν Τιβαρανίαν καὶ τὴν Κολχίδα· καὶ ἄλλο δ' ἐστὶν ὄρος Κιμμέριον κατὰ τὴν αὐτὴν ὀρεινήν, δυναστευσάντων ποτὲ τῶν Κιμμερίων ἐν τῷ Βοσπόρῳ· καθ' ὃ καὶ Κιμμερικὸς Βόσπορος καλεῖται τοῦ πορθμοῦ πᾶν, ὃ ἐπέχει τὸ στόμα τῆς Μαιώτιδος... 4. Μετὰ δὲ τὴν ὀρεινὴν τὴν λεχθεῖσαν ἡ Θεοδοσία κεῖται πόλις, πεδίον εὔγεων ἔχουσα καὶ λιμένα ναυςὶ καὶ ἑκατὸν ἐπιτήδειον· οὗτος δὲ ὅρος ἦν πρότερον τῆς τῶν Βοσποριανῶν καὶ Ταύρων γῆς· καὶ ἡ ἐξῆς δ' ἐστὶν εὔγεως χώρα μέχρι Παντικαπαίου, τῆς μητροπόλεως τῶν Βοσποριανῶν, ἱδρυμένης ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος. Ἔστι δὲ τὸ μεταξὺ τῆς Θεοδοσίας καὶ τοῦ Παντικαπαίου σταδίων περὶ πεντακοσίων καὶ τριάκοντα, χώρα πᾶσα σιτοφόρος, κώμας ἔχουσα καὶ πόλιν εὐλίμενον τὸ Νύμφαιον καλούμενον. Τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων εἴκοσι· πρὸς δ' ἕω δ' ἔχει λιμένα καὶ νεώρια ὅσον τριάκοντα νεῶν, ἔχει δὲ καὶ ἀκρόπολιν· κτίσμα δ' ἐστὶ Μιλησίων. Ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παιρισάδην αὕτη τε καὶ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παιρισάδου τοῦ Μιθριδάτῃ παραδόντος τὴν ἀρχήν. Ἐκαλοῦντο δὲ τύραννοι, καίπερ οἱ πλείους ἐπιεικεῖς γεγονότες, ἀρξάμενοι ἀπὸ Παιρισάδου καὶ Λεύκωνος. Παιρισάδης δὲ καὶ θεὸς νενόμισται· τούτῳ δὲ ὁμώνυμος καὶ ὁ ὕστατος, ὃς οὐχ οἷός τε ὢν ἀντέχειν πρὸς τοὺς βαρβάρους φόρον πραττομένους μείζω τοῦ πρότερον, Μιθριδάτῃ τῷ Εὐπάτορι παρέδωκε τὴν ἀρχήν· ἐξ ἐκείνου δ' ἡ βασιλεία γεγένηται Ῥωμαίοις ὑπήκοος. Τὸ μὲν οὖν πλέον αὐτῆς μέρος ἐστὶν ἐπὶ τῆς Εὐρώπης, μέρος δέ τι καὶ ἐπὶ τῆς Ἀσίας. 5. Τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικὸς Βόσπορος, ἄρχεται δ' ἀπὸ μείζονος πλάτους ἑβδομήκοντά που σταδίων· καθ' ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας, τὴν Φαναγόρειαν· τελευτᾷ δ' εἰς πολὺ στενώτερον πορθμόν. Διαιρεῖ δ' ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, καὶ ὁ Τάναϊς ποταμός, καταντικρὺ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην καὶ τὸ στόμα αὐτῆς.
Страбон (ок. 63 — 19 гг. до н.э.) — автор "Географии" в семнадцати книгах, где содержится историко-географическое описание Европы, Азии и Африки. Источниками служили как наблюдения во время путешествий, так и труды Эратосфена, Посидония и др. В XVII книге (I, 3—5) речь идет о Египте, его кастовом строе, о роли Нила. В VII книге (IV, 1—5) находятся ценные сведения о северном Причерноморье античной эпохи.
XVII,I,3. ἐλάττους τῶν τριάκοντα (καὶ ἕξ) 36 — по конъектуре Мейнеке.
ἄρουραι арура — мера земельной площади, егип. ок. 0,2 га, греч. ок. 0,024 га (ср. Геродот, 11,168).
γεωμετρία досл. "измерение земли".
διὰ τὰς ἐμπορίας Страбон (XVI,I,24) говорит о развитии тех же наук у сидонян и об их пользе купцу и мореплавателю.
λογιστικὴ подраз. τέχνη.
ἐπ' ἐκείνου ἄρξαντος т.е. Πετρονίου.
4. ὥς φησι Πλάτων см. "Тимей", 21Ε.
τὴν κάτω χώραν речь идет о Нижнем Египте (ср. I,2,23).
διώρυγι о каналах, ведущих в озеро Меотиду, пишет Геродот (II,149).
ποτιζούσης подраз. διώρυγος.
τῆς ποταμιάς ἧς λέγω аттракция относительного местоимения (см. §104).
ἀοίκητος о малонаселенных областях Страбон пишет также в Ι,2,25.
5. τῆς κιν(ν)αμωμοφόρου подраз. χώρας Страны корицы, τὸ κιν(ν)άμωμον корица, φορέω (φέρω) приносить.
τὴν τῶν ἐλεφάντων θήραν об охоте на слонов говорится и в XVI,4,7.
VII,4,1. ὁ ἰσθμός соврем. Перекоп.
Σαπράν теперь "Гнилое море", или Сиваш.
3. αὕτη т.е. древний Херсонес.
ὑπὲρ τοῦ ἰσθμοῦ т.е. за Перекопом.
τοῦ πορθμοῦ πᾶν Керченский пролив.
4. Παιρισάδης... θεὸς νενόμισται именно Парисад I (347 — 309 гг. до н.э.).
ὁ ὕστατος т.е. Парисад V.
VIII,1. Ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. 2. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλ' ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπ' ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν· γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν. 3. Ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν, ἀφήρπασαν καὶ ὡπλίσαντο, καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες, ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Μαιδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους ἑλληνικώτερος. 4. Τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, [ἡ] γυνὴ δ' ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ Διόνυσος ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς ἀτυχὲς τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.
IX,1. Καὶ πρῶτον μὲν τοὺς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι, καὶ πολλῶν ὅπλῶν ἐπιλαβόμενοι πολεμιστηρίων, ἄσμενοι ταῦτα μετελάμβανον, ἀποῤῥίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων. 2. Ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι χαλεπὴν καὶ στενὴν κάθοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δ' ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ' ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι' αὐτῶν πλὴν ἑνός. 3. Οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν ἠφίει κάτω τὰ ὅπλα, καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός. Ταῦτα ἠγνόουν οἱ 'Ρωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. 4. Καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδῶκεις ἄνδρες, ὧν τοὺς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις καὶ ψιλοῖς ἐχρῶντο... 7. Ἦν μὲν ὁ Σπάρτακος ἤδη μέγας καὶ φοβερός, ἔφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν, ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τοὺς μὲν εἰς Θρᾴκην, τοὺς δ' εἰς Γαλατίαν. 8. Οἱ δὲ πλήθει τ' ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες, οὐχ ὑπήκουον, ἀλλ' ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν...
X,1. Ταῦθ' ἡ βουλὴ πυθομένη, τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο, καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν... 6. Ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας πρὸς τὴν θάλασσαν. Ἐν δὲ τῷ πορθμῷ λῃστρίσι Κιλίσσαις περιτυχών, ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον. 7. Ὁμολογήσαντες δ' οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες, ἐξηπάτησαν καὶ ἀπέπλευσαν. Οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας, ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χεῤῥόνησον. Ἐπελθὼν δ' ὁ Κράσσος καὶ τοῦ τόπου τὴν φύσιν ἰδὼν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων. 8. Μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν· ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν. 9. Ὧν ὁ Σπάρτακος ἠμέλει καὶ κατεφρόνει τὸ πρῶτον· ὡς δὲ τῆς λείας ὑπολειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμὸν, καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χεῤῥονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα χειμέριον παραφυλάξας, ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς πειραῶσαι τὸ τρίτον.
XI,1. Ἐφοβήθη μὲν οὖν ὁ Κράσσος, μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν ῥώμην ἐλαύνειν, ἐθάῤῥησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθ' αὑτοὺς ἐπὶ Λευκαδίνος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γιγνομένην γλυκεῖαν, εἶτ' αὖθις ἁλμυρὰν καὶ ἄποτον... 6. Σπαρτάκῳ δὲ... ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ὁ ταμίας ἐξαπτόμενοι παρηκολούθουν. Ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. Τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις. 7. Οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδ' ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλ' ἤδη καθ' ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. 8. Ἤδη γὰρ ὁ Πομπήιος προσιὼν ἀπηγγέλλετο καὶ διαχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν· ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. Ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεῦσαι τοῖς πολεμίοις, ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις. Ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων, ὁρῶν τὴν ἀνάγκην ὁ Σπάρτακος ἅπαν παρέταξε τὸ στράτευμα. 9. Καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ, σπασάμενος τὸ ξίφος καὶ εἰπὼν, ὅτι νικῶν μὲν ἕξει πολλοὺς ἵππους καὶ καλοὺς τοὺς τῶν πολεμίων, ἡττώμενος δ' οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων, ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε. 10. Τέλος δὲ φευγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν, ἀμυνόμενος κατεκόπη.
Плутарх (ок. 45 — 120 гг.) — греческий историк эпохи римского владычества. Сохранились так называемые "Моральные сочинения" — многочисленные трактаты по философии, богословию, истории, этике, политике, естественным наукам. Наибольшую известность Плутарху принесли "Сравнительные жизнеописания" — сгруппированные попарно биографии греческих и римских деятелей. Биография Красса (сопоставленная с биографией Никия) — ценный источник по истории восстания Спартака (VIII,1 - X,10).
VIII,1. Σπαρτάκειον πόλεμον начало восстания Спартака — 74 г. до н.э.
2. ἀδικίᾳ dativus causae.
3. συνέσει, πρᾳότητι dativus causae.
4. γυνή несмотря на "варварское" происхождение, жена Спартака была посвящена в какие-то мистерии в честь Диониса.
IX,1. Κλωδίου Гай Клавдий Габр был претором в 73 г. до н.э.
ἐν ὄρει на Везувии.
X,6. δουλικὸν πόλεμον имеется в виду второе восстание рабов в Сицилии (104 - 99 гг. до н.э.).
7. Ῥηγίνων χεῤῥόνησον Регий — город на берегу Мессинского пролива на юго-западной оконечности Бруттия.
σχολήν здесь "вредное безделье".
9. ἦν от ἔστι (§125).
XI,6. τὰ ὄρη Πετηλῖνα Петелия — город на восточном берегу Бруттия.
ἐπιστρέψαντος подразум. Σπαρτάκου.
7. ἄγειν подразум. αὐτούς.
Ῥωμαίους = Ῥώμην.
τῷ Κράσσῳ dativus sociativus.
8. ὤρυττε — imperfectum de conatu (§17).
9. οὐ δεῖται подразум. ἵππου.
10. τέλος accusativus adverbialis "наконец".
κατεκόπη Спартак был убит в 71 г. до н.э.
Ἀππιανοῦ Ἀλεξάνδρεως Ῥωμαικῶν ἐμφυλίων Βʹ.
1. Μετὰ δὲ τὴν Σύλλα μοναρχίαν, καὶ ὅσα ἐπ' αὐτῇ Σερτώριός τε καὶ Περπέννας περὶ Ἰβηρίαν ἔδρασαν, ἕτερα ἐμφύλια Ῥωμαίοις τοιάδε ἐγίγνετο· μέχρι Γάιος Καῖσαρ καὶ Πομπήιος Μάγνος ἀλλήλοις ἐπολέμησαν, καὶ Πομπήιον μὲν καθεῖλεν ὁ Καῖσαρ, Καίσαρα δ' ἐν τῷ βουλευτηρίῳ τινές, ὡς βασιλιζόμενον, κατέκανον. Ταῦτα δὲ ὅπως ἐγένετο, καὶ ὅπως ἀνῃρέθησαν ὅ τε Πομπήιος καὶ ὁ Γάιος, ἡ δευτέρα τῶν ἐμφυλίων ἥδε δηλοῖ.
Ὁ μὲν Πομπήιος, ἄρτι τὴν θάλασσαν καθήρας ἀπὸ τῶν λῃστηρίων τότε μάλιστα πανταχοῦ πλεονασάντων, Μιθριδάτην ἐπὶ τοῖς λῃσταῖς καθῃρήκει, Πόντου βασιλέα· καὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ὅσα ἄλλα ἔθνη προσέλαβεν ἀμφὶ τὴν ἕω, διετάσσετο. Ὁ δὲ Καῖσαρ ἦν ἔτι νέος, δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι, τολμῆσαί τε ἐς πάντα, καὶ ἐλπίσαι περὶ ἁπάντων, ἐς δὲ δὴ φιλοτιμίαν ἀφειδὴς ὑπὲρ δύναμιν· ὡς ἀγορανομῶν ἔτι καὶ στρατηγῶν εἶναι κατάχρεως, καὶ τῷ πλήθει δαιμονίως ὑπεραρέσκειν, τῶν δήμων αἐὶ τοὺς δαψιλεῖς ἐπαινούντων. 2. Γάιος δὲ Κατιλίνας, μεγέθει τε δόξης καὶ γένους λαμπρότητι περιώνυμος, ἔμπληκτος ἀνήρ, δόξας ποτὲ καὶ υἱὸν ἀνελεῖν δι' Αὐρηλίας Ὀρεστίλλης ἔρωτα, οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι, Σύλλα φίλος τε καὶ στασιώτης καὶ ζηλωτὴς μάλιστα γεγονώς· ἐκ δὲ φιλοτιμίας καὶ ὅδε ἐς πενίαν ὑπενηνεγμένος, καὶ θεραπευόμενος ἔτι πρὸς δυνατῶν ἀνδρῶν τε καὶ γυναικῶν· ἐς ὑπατείαν παρήγγελεν, ὡς τῇδε παροδεύσων ἐς τυραννίδα. Πάγχυ δ' ἐλπίσας αἱρεθήσεσθαι διὰ τὴν ὑποψίαν τήνδε ἀπεκρούσθη, καὶ Κικέρων μὲν ἦρχεν ἀντ' αὐτοῦ, ἀνὴρ ἥδιστος εἰπεῖν τε καὶ ῥητορεῦσαι, Κατιλίνας δ' αὐτὸν ἐς ὕβριν τῶν ἑλομένων ἐπέσκωπτεν, ἐς μὲν ἀγνωσίαν γένους, καινὸν ὀνομάζων (καλοῦσι δ' οὕτω τοὺς ἀφ' ἑαυτῶν ἀλλ' οὐ τῶν προγόνων, γνωρίμους), ἐς δὲ ξενίαν τῆς πόλεως, ἰγκουϊλῖνον, ᾧ ῥήματι καλοῦσιν τοὺς ἐνοικοῦντας ἐν ἀλλοτρίαις οἰκίαις. Αὐτὸς δὲ πολιτείαν μὲν ὅλως ἔτι ἀπεστρέφετο ἐκ τοῦδε, ὡς οὐδὲν ἐς μοναρχίαν ταχὺ καὶ μέγα φέρουσαν, ἀλλ' ἔριδος καὶ φθόνου μεστήν· χρήματα δὲ ἀγείρων πολλὰ παρὰ πολλῶν γυναικῶν, αἳ τοὺς ἄνδρας ἤλπιζον ἐν τῇ ἐπαναστάσει διαφθερεῖν, συνώμνυτό τισιν ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων· συνῆγε δὲ καὶ δημότας, καὶ ξένους, καὶ θεράποντας. Καὶ πάντων ἡγεμόνες ἦσαν αὐτῷ Κορνήλιος Λέντλος καὶ Κέθηγος, οἳ τότε τῆς πόλεως ἐστρατήγουν. Ἀνά τε τὴν Ἰταλίαν περιέπεμπεν ἐς τῶν Συλλείων τοὺς τὰ κέρδη τῆς τότε βίας ἀναλωκότας, καὶ ὀρεγομένους ἔργων ὁμοίων ἐς μὲν Φαισούλας τῆς Τυῤῥηνίας Γάιον Μάλλιον, ἐς δὲ τὴν Πικηνίτιδα καὶ τὴν Ἀπουλίαν ἑτέρους· οἳ στρατὸν αὐτῷ συνέλεγον ἀφανῶς.
3. Καὶ τάδε πάντα, ἔτι ἀγνοούμενα, Φουλβία γύναιον οὐκ ἀφανὲς ἐμήνυε τῷ Κικέρωνι· ἧς ἐρῶν Κόιντος Κούριος, ἀνὴρ δι' ὀνείδη πολλὰ τῆς βουλῆς ἀπεωσμένος, καὶ τῆσδε τῆς Κατιλίνα συνθήκης ἠξιωμένος, κούφως μάλα καὶ φιλοτίμως ἐξέφερεν, οἷα πρὸς ἐρωμένην, ὡς αὐτίκα δυναστεύσων. Ἤδη δὲ καὶ περὶ τῶν ἐν τῇ Ἰταλίᾳ γιγνομένων λόγος ἐφοίτα. Καὶ ὁ Κικέρων τήν τε πόλιν ἐκ διαστημάτων φρουραῖς διελάμβανε, καὶ τῶν ἐπιφανῶν ἐξέπεμπε πολλοὺς ἐς πάντα τὰ ὕποπτα, τοῖς γιγνομένοις ἐφεδρύειν. Κατιλίνας δ' οὐδενὸς μέν πω θαῤῥοῦντος αὐτοῦ λαβέσθαι, διὰ τὴν ἔτι τοῦ ἀκριβοῦς ἀγνωσίαν, δεδιὼς δ' ὅμως, καὶ τὸ χρόνιον ἡγούμενος ὕποπτον, ἐν δὲ τῷ τάχει τὴν ἐλπίδα τιθέμενος, τά τε χρήματα προύπεμπεν ἐς Φαισούλας, καὶ τοῖς συνωμόταις ἐντειλάμενος κτεῖναι Κικέρωνα, καὶ τὴν πόλιν ἐκ διαστημάτων πολλῶν νυκτὸς ἐμπρῆσαι μιᾶς, ἐξῄει πρὸς Γάιον Μάλλιον, ὡς αὐτίκα στρατὸν ἄλλον ἀθροίσων, καὶ ἐς τὸν ἐμπρησμὸν τῆς πόλεως ἐπιδραμούμενος. Ὃ μὲν δὴ ῥάβδους τε καὶ πελέκεας, ὥς τις ἀνθύπατος, κούφως μάλα ἀνέσχε πρὸ ἑαυτοῦ, καὶ ἐς τὸν Μάλλιον ἐχώρει στρατολογῶν· Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν, ὅτε Κατιλίναν ἐν Φαισούλαις πυνθάνοιντο γεγενῆσθαι, Λέντλον μὲν αὐτὸν καὶ Κέθηγον ἐφεδρεῦσαι ταῖς Κικέρωνος θύραις περὶ ἕω, μετὰ κεκρυμμένων ξιφιδίων, ἐσδεχθέντας τε διὰ τὴν ἀξίωσιν, καὶ λαλοῦντας ὁτι δὴ, μηκῦναι τὴν ὁμιλίαν ἐν περιπάτῳ, καὶ κτεῖναι περισπάσαντας ἀπὸ τῶν ἄλλων· Λεύκιον δὲ Βηστίαν, τὸν δήμαρχον, ἐκκλησίαν εὐθὺς ὑπὸ κήρυξι συνάγειν, καὶ κατηγορεῖν τοῦ Κικέρωνος, ὡς ἀεὶ δειλοῦ καὶ πολεμοποιοῦ, καὶ τὴν πόλιν ἐν οὐδενὶ δεινῷ διαταράττοντος, ἐπὶ δὲ τῇ Βηστίου δημηγορίᾳ, νυκτὸς αὐτίκα τῆς ἐπιούσης, ἑτέρους ἐν δώδεκα τόποις ἐμπιπράναι τὴν πόλιν, καὶ διαρπάζειν, καὶ κατακτείνειν τοὺς ἀρίστους.
4. Ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν· Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν... ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν, ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. Καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα. Οἱ δ' Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης· ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. Παρὰ δὲ τοῦ Σάγγα μαθὼν ὁ Κικέρων, συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον, καὶ ἐς τὴν βουλὴν εὐθὺς ἐπήγαγεν. Οἱ δ' ὡμολόγουν ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν· ἀχθέντας τε ἤλεγχον, ὡς ὁ Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι...
5. Λεχθέντων δὲ τούτων, ἡ μὲν βουλὴ Λέντλον παρέλυσε τῆς ἀρχῆς· ὁ δὲ Κικέρων, ἕκαστον ἐς τὰς οἰκίας τῶν στρατηγῶν διαθείς, ἐπανῆλθεν αὐτίκα, καὶ ψῆφον περὶ αὐτῶν ἐδίδου. Θόρυβος δ' ἦν ἀμφὶ τὸ βουλευτήριον, ἀγνοουμένου ἔτι τοῦ ἀκριβοῦς, καὶ δέος τῶν συνεγνωκότων. Αὐτοῦ δὲ Λέντλου καὶ Κεθήγου θεράποντές τε καὶ ἐξελεύθεροι, χειροτέχνας πολλοὺς προσλαβόντες, κατ' ὀπισθίας ὁδοὺς περιῄεσαν ἐπὶ τὰς τῶν στρατηγῶν οἰκίας, ὡς τοὺς δεσπότας ἐξαρπασόμενοι. Ὧν ὁ Κικέρων πυθόμενος, ἐξέδραμεν ἐκ τοῦ βουλευτηρίου, καὶ διαθεὶς ἐς τὰ ἐπίκαιρα φύλακας, ἐπανῆλθε, καὶ τὴν γνώμην ἐπετάχυνεν. Σιλανὸς μὲν δὲ πρῶτος ἔλεγεν, ὃς ἐς τὸ μέλλον ᾕρητο ὑπατεύειν· ὧδε γὰρ Ῥωμαίοις ὁ μέλλων ὑπατεύσειν, πρῶτος ἐσφέρει γνώμην, ὡς αὐτός, οἶμαι, πολλὰ τῶν κυρουμένων ἐργασόμενος, καὶ ἐκ τοῦδε εὐβουλότερόν τε καὶ εὐλαβέστερον ἐνθυμησόμενος περὶ ἑκάστου. Ἀξιοῦντι δὲ τῷ Σιλανῷ, τοὺς ἄνδρας ἐσχάτῃ κολάσει μετιέναι, πολλοὶ συνετίθεντο, ἕως, ἐπὶ Νέρωνα τῆς γνώμης περιιούσης, ὁ Νέρων ἐδικαίου, φυλάττειν αὐτοὺς μέχρι Κατιλίναν ἐξέλωσι πολέμῳ, καὶ τὰ ἀκριβέστατα μάθωσι.
6. ...Γάιός τε Καῖσαρ, οὐ καθαρεύων μὲν ὑπονοίας μὴ συνεγνωκέναι τοῖς ἀνδράσι, Κικέρωνος δ' οὐ θαῤῥοῦντος καὶ τόνδε, ὑπεραρέσκοντα τῷ δήμῳ, ἐς τὸν ἀγῶνα προβαλέσθαι, προσετίθει διαθέσθαι τοὺς ἄνδρας Κικέρωνα τῆς Ἰταλίας ἐν πόλεσιν αἷς ἂν αὐτὸς δοκιμάσῃ, μέχρι, Κατιλίνα καταπολεμηθέντος, ἐς δικαστήριον ὑπαχθῶσι, καὶ μηδὲν ἀνήκεστον ἐς ἄνδρας ἐπιφανεῖς ᾖ πρὸ λόγου καὶ δίκης ἐξειργασμένος. Δικαίου δὲ τῆς γνώμης φανείσης καὶ δεχθείσης, ἀκρατῶς οἱ πολλοὶ μετετίθεντο· μέχρι Κάτων ἤδη σαφῶς ἀνακαλύπτων τὴν εἰς τὸν Καίσαρα ὑποψίαν, καὶ ὁ Κικέρων, δεδιὼς ἀμφὶ τῇ νυκτὶ προσιούσῃ, μὴ τὸ συνεγνωκὸς τοῖς ἀνδράσι πλῆθος αἰωρούμενον ἔτι κατ' ἀγοράν, καὶ δεδιὸς περί τε σφῶν αὐτῶν καὶ περὶ ἐκείνων, ἐργάσηταί τι ἄτοπον, ἔπεισαν, ὡς αὐτοφώρων ἄνευ κρίσεως καταγνῶναι. Καὶ εὐθὺς ἐκ τῶν οἰκιῶν, ἔτι τῆς βουλῆς συνεστώσης, ἕκαστον αὐτῶν ὁ Κικέρων ἐς τὸ δεσμωτήριον, μεταγαγών, τοῦ πλήθους ἀγνοοῦντος, ἐπεῖδεν ἀποθνήσκοντας· καὶ τοῖς ἐν ἀγορᾷ παροδεύων ἐσήμηνεν, ὅτι τεθνᾶσιν. Οἱ δὲ διελύοντο, πεφρικότες τε, καὶ περὶ σφῶν ἀγαπῶντες ὡς διαλαθόντες. Οὕτω μὲν ἡ πόλις ἀνέπνευσεν ἀπὸ τοῦ δέους, πολλοῦ σφῖσιν ἐκείνης τῆς ἡμέρας ἐπιστάντος.
7. Κατιλίναν δὲ ἐς δισμυρίους τε ἀγείραντα, καὶ τούτων τεταρτημόριον ὁπλίσαντα ἤδη, καὶ ἐς Γαλατίαν ἐπὶ ἄλλην παρασκευὴν ἀπιόντα, Ἀντώνιος, ὁ ἕτερος ὕπατος, ὑπ' Ἀλπείοις καταλαβών, οὐ δυσχερῶς ἐκράτησεν ἀνδρὸς ἐμπλήκτως ἀλλόκοτον ἔργον ἐπὶ νοῦν λαβόντος τε, καὶ ἐς πεῖραν ἔτι ἐμπληκτότερον ἀπαρασκεύως προαγαγόντος. Οὐ μὴν ὅ γε Κατιλίνας, οὐδ' ἄλλος οὐδεὶς τῶν συνόντων ἐπιφανῶν, φυγεῖν ἠξίωσεν, ἀλλ' ἐσδραμόντες ἐς τοὺς πολεμίους ἀπώλοντο.
Ὧδε μὲν ἡ Κατιλίνα ἐπανάστασις, παρ' ὀλίγον ἐς ἔσχατον ἐλθοῦσα κινδύνου τῇ πόλει, διελύετο. Καὶ ὁ Κικέρων, ἅπασιν ἐπὶ λόγου δυνάμει μόνῃ γνώριμος ὤν, τότε καὶ ἐπὶ ἔργῳ διὰ στόματος ἦν, καὶ σωτὴρ ἐδόκει περιφανῶς ἀπολλυμένῃ τῇ πατρίδι γενέσθαι, χάριτές τε ἦσαν αὐτῷ παρὰ τὴν ἐκκλησίαν καὶ εὐφημίαι ποικίλαι. Κάτωνος δ' αὐτὸν καὶ πατέρα τῆς Πατρίδος προσαγορεύσαντος, ἐπεβόησεν ὁ δῆμος. Καὶ δοκεῖ τισὶν ἥδε ἡ εὐφημία ἀπὸ Κικέρωνος ἀρξαμένη περιελθεῖν ἐς τῶν νῦν αὐτοκρατόρων τοὺς φαινομένους ἀξίους. Οὐδὲ γὰρ τοῖσδε, καίπερ οὖσι βασιλεῦσιν, εὐθὺς ἀπ' ἀρχῆς ἅμα ταῖς ἄλλαις ἐπωνυμίαις, ἀλλὰ σὺν χρόνῳ μόλις, ἥδε, ὡς ἐντελὴς ἐπὶ μεγίστοις δὴ μαρτυρία, ψηφίζεται.
Ῥωμαικῶν ἐμφυλίων Δʹ.
19. Κικέρων δέ, ὃς μετὰ Γαῖον Καίσαρα ἴσχυνεν ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία, κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις, φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλ' ἐς ἴδιον χωρίον, ὁ καθ' ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. Πλησιαζόντων δὲ τῶν ἐρευνωμένων (τοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες) ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες εἰσπτάντες ἔκλαζον ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἐκ τῶν θεῶν, ἐς φορεῖον εἰσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. Πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπ' εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν ἀυτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. Ὁ δὲ ἐπέδραμέ τε, καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφ' αὐτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶν μάλα ἀνεβόησεν· «Εἰσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί». Τότε γὰρ οἱ μὲν θεράποντες ὡς ἐλευσομένων πλεόνων κατεπλάγησαν, 20. ὁ δὲ Λαίνας καὶ δίκην τινὰ διὰ τοῦ Κικέρωνός ποτε κατωρθωκώς, ἐκ τοῦ φορείου τὴν κεφαλὴν ἐπισπάσας ἀπέτεμνεν, εἰς τρὶς ἐπιπλήσσων καὶ ἐκδιαπρίζων ὑπὸ ἀπειρίας. Ἀπέτεμε δὲ καὶ τὴν χεῖρα, ᾗ τοὺς κατ' Ἀντωνίου λόγους οἷα τυράννου συγγράφων, εἰς μίμημα τῶν Δημοσθένους, Φιλιππικοὺς ἐπέγραφεν. Ἔθεον δὲ οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ ἐπὶ νεῶν, αὐτίκα τὸ εὐαγγέλιον Ἀντωνίῳ διαφέροντες· καὶ ὁ Λαίνας ἐν ἀγορᾷ προκαθημένῳ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μακρόθεν ἐνέσειεν ἐπιδεικνύς. Ὁ δὲ ἥσθη τε μάλιστα καὶ τὸν λοχαγὸν ἐστεφάνωσε καὶ πλέοσι τῶν ἄθλων ἐδωρήσατο πέντε καὶ εἴκοσι μυριάσιν Ἀττικῶν δραχμῶν, ὡς μέγιστον δὴ τόνδε πάντων ἐχθρὸν καὶ πολεμιώτατόν οἱ γενόμενον ἀνελόντι. Ἡ κεφαλὴ δὲ τοῦ Κικέρωνος καὶ ἡ χεὶρ ἐν ἀγορᾷ τοῦ βήματος ἀπεκρέμαντο ἐπὶ πλεῖστον ἔνθα πρότερον ὁ Κικέρων ἐδημηγόρει· καὶ πλείους ὀψόμενοι συνέθεον ἢ ἀκροώμενοι. Λέγεται δὲ καὶ ἐπὶ τῆς διαίτης ὁ Ἀντώνιος τὴν κεφαλὴν τοῦ Κικέρωνος θέσθαι πρὸ τῆς τραπέζης, μέχρι κόρον ἔσχε τῆς θέας τοῦ κακοῦ.
Ὧδε μὲν δὴ ὁ Κικέρων, ἐπί τε λόγοις ἀοίδιμος ἐς ἔτι νῦν ἀνήρ, καὶ ὅτε ἦρχε τὴν ὕπατον ἀρχὴν ἐς τὰ μέγιστα τῇ πατρίδι γεγονὼς χρήσιμος, ἀνῄρητο καὶ ἀνῃρημένος ἐνυβρίζετο· ὁ δὲ παῖς ἐς τὴν Ἑλλάδα προαπέσταλτο ἐς Βροῦτον. Κόιντος δὲ ὁ τοῦ Κικέρωνος ἀδελφός, ἅμα τῷ παιδὶ καταληφθείς, ἐδεῖτο τῶν σφαγέων πρὸ τοῦ παιδὸς αὐτὸν ἀνελεῖν· τὰ δὲ ἐναντία καὶ τοῦ παιδὸς ἱκετεύοντος, οἱ σφαγεῖς ἔφασαν ἀμφοτέροις διαιτήσειν, καὶ διαλαβόντες ἕτερον ἕτεροι κατὰ σύνθημα φονεῖς ἀνεῖλον ὁμοῦ.
Аппиан (ок. 95 — 165 гг. н. э.) — автор "Римской истории" в 24-х книгах, из которых сохранились десять, разделенные по содержанию на части: Испанские, Сирийские, Митридатовы и Гражданские войны. Сведения о заговоре Катилины во 2-й книге "Гражданских войн" (главы 1-7) служат ценным дополнением к данным об этом заговоре у Цицерона, Саллюстия, Плутарха, Диона Кассия. В 4-й книге (главы 19-20) изображается гибель Цицерона и его родных во время проскрипций при Антонии в 43 г. до н. э.
II,1. ἔδρασαν с 82 г. до н.э. Серторий был военным трибуном в Испании, вместе с помощником Марком Перпенной собрал войско и в союзе с иберийцами повёл войну против Рима.
καθεῖλον в битве при Фарсале в 48 г. до н.э.
κατέκανον в мартовские Иды (15 марта) 44 г. до н.э.
καθήρας Помпей вел военные действия против пиратов и Митридата в 60-е гг. до н.э.
От δεινός зависят инфинитивы отношения (§55).
ἀγορανομῶν, στρατηγῶν эдилом Цезарь был в 65 г., а претором в 63 г. до н. э.
2. Ὀρεστίλλης о ней подробно говорится в "Заговоре Катилины" Саллюстия.
От ἥδιστος зависит инфинитив отношения.
καινός (по-латыни homo novus) "выскочка".
ἰγκουιλῖνος латинское слово inquilinus "пришелец".
ἀπεστρέφετο не соответствует истине: Катилина домогался консульства на 62 г.
Κέθηγος о преторстве Цетега Саллюстий и Цицерон не упоминают.
3. κτεῖναι Саллюстий в "Заговоре Катилины" пишет о двух готовившихся покушениях на Цицерона (главы 28 и 43).
4. ἡγουμένους имеются в виду магистраты.
χωρὶς ὀνομάτων т.е. без подписей.
ἀπιόντες подраз. из Рима.
5. ἐργασόμενος, ἐργάζομαι здесь "осуществлять".
6. πρὸ λόγου καὶ δίκης до суда и следствия.
περὶ ἐκείνου логически относится к ἀνδράσι.
IV,19. Κλωδίου Клодий Пульхр в 62 г. до н.э. был обвинён Цицероном в святотатстве.
20. Λαίνας... δίκην... κατωρθωκώς Плутарх сообщает, что Цицерон защищал Попилия Лената от обвинения в отцеубийстве.
ὁ παῖς, ὁ ἀδελφὸς ἅμα τῷ παιδί сына оратора звали Марк Туллий Цицерон, младшего брата и племянника одинаково — Квинт Туллий Цицерон.
Καινὴ διαθήκη (Λούκας, κεϕ. ιεʹ)
1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. 2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. 3 εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων, 4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; 5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων, 6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς ϕίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. 7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας. 8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ; 9 καὶ εὑροῦσα συγκαλεῖ τὰς ϕίλας καὶ γείτονας λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. 11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔϕη, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεϕίλησεν αὐτόν. 21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ ϕέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ ϕαγόντες εὐϕρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐϕραίνεσθαι. 25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμϕωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα. 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελϕός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριϕον ἵνα μετὰ τῶν ϕίλων μου εὐϕρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταϕαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐϕρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελϕός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
Новозаветная притча о блудном сыне (Лука, XV) послужила сюжетной основой как для древнерусских фресок, так и для западноевропейской живописи (Рембрандта, Сальватора Розы, Метсю и др.). О диалекте койне, на котором написана новозаветная литература, см. приложение. Датировка Нового завета, его историко-литературные истоки, социальные и философские идеи рассматриваются в книге А. Ч. Козаржевского "Источниковедческие проблемы раннехристианской литературы". Издательство Московского университета, 1985.
1. αὐτῷ т. е. τῷ Ἰησοῦ. 7. χαρὰ ἔσται ἤ подразум. μᾶλλον. 14. λιμός в диалекте койне жен. рода. 15. ἔπεμψεν пропущено подлежащее. 16. κεράτιον ceratonia siliqua. 20. ἦλθεν значение не строго аористное: "пошёл" (а не "пришёл").
Παυσανίου Περιήγησις τῆς Ἑλλάδος. Α.
XXII,4. Ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία· ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν. Τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν ὀροϕὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε. Τὰς μὲν οὖν εἰκόνας τῶν ἱππέων οὐκ ἔχω σαϕῶς εἰπεῖν, εἴτε οἱ παῖδές εἰσιν οἱ Ξενοϕῶντος εἴτε ἄλλως [ἐς] εὐπρέπειαν πεποιημέναι· τῶν δὲ προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός. Ἐντεῦθεν ἡ θάλασσά ἐστι σύνοπτος, καὶ ταύτῃ ῥίψας Αἰγεὺς ἑαυτόν, ὡς λέγουσιν, ἐτελεύτησεν. 5. Ἀνήγετο μὲν γὰρ ἡ ναῦς μέλασιν ἱστίοις ἡ τοὺς παῖδας ϕέρουσα εἰς Κρήτην, Θεσεὺς δέ — ἔπλει γὰρ τόλμης τι ἔχων ἐς τὸν Μίνω καλούμενον ταῦρον — πρὸς τὸν πατέρα προεῖπε χρήσεσθαι τοῖς ἱστίοις λευκοῖς, ἢν ὀπίσω πλέῃ τοῦ ταύρου κρατήσας· τούτων λήθην ἔσχεν Ἀριάδνην ἀϕῃρημένος· ἐνταῦθα Αἰγεὺς ὡς εἶδεν ἱστίοις μέλασι τὴν ναῦν κομιζομένην, οἷα τὸν παῖδα τεθνάναι δοκῶν, ἀϕεὶς αὑτὸν διαϕθείρεται· καὶ οἱ παρὰ Ἀθηναίοις ἐστὶ καλούμενον ἡρῷον Αἰγέως.
6. Ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα ἔχον γραϕάς· ὁπόσαις δὲ μὴ καθέστηκεν ὁ χρόνος αἴτιος ἀϕανέσιν εἶναι, Διομήδης ἦν [καὶ Ὀδυσσεύς] ὁ μὲν ἐν Λήμνῳ τὸ Φυλοκτήτου τόξον, ὁ δὲ τὴν Ἀθηνᾶν ἀϕαιρούμενος ἐξ Ἰλίου. Ἐνταῦθα [ἐν ταῖς γραϕαῖς] Ὀρέστης ἐστὶν Αἴγισθον ϕονεύων καὶ Πυλάδης τοὺς παῖδας τοῦ Ναυπλίου βοηθοὺς ἐλθόντας Αἰγίσθῳ· τοῦ δὲ Ἀχιλλέως τάϕου πλησίον μέλλουσά ἐστι σϕάζεσθαι Πολυξένη. Ὁμήρῳ δὲ εὖ μὲν παρείθη τόδε τὸ ὠμὸν οὕτως ἔργον· εὖ δέ μοι ϕαίνεται ποιῆσαι Σκῦρον ἀπὸ Ἀχιλλέως ἁλοῦσαν, οὐδὲν ὁμοίως καὶ ὅσοι λέγουσιν ὁμοῦ ταῖς παρθένοις Ἀχιλλέα ἔχειν ἐν Σκύρῳ δίαιταν, ἃ δὴ καὶ Πολύγνωτος ἔγραψεν. Ἔγραψε δὲ καὶ πρὸς τῷ ποταμῷ ταῖς ὁμοῦ Ναυσικᾷ πλυνούσαις ἐϕιστάμενον Ὀδυσσέα κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ὅμηρος ἐποίησε. Γραϕαὶ δέ εἰσι καὶ ἄλλαι καὶ Ἀλκιβιάδης, ἵππων δέ οἱ νίκης τῆς ἐν Νεμέᾳ ἐστὶ σημεῖα ἐν τῇ γραϕῇ. Καὶ Περσεύς ἐστιν ἐς Σέριϕον κομιζόμενος, Πολυδέκτῃ ϕέρων τὴν κεϕαλὴν τῆς Μεδούσης.
XXIV,5. Ἐς δὲ τὸν ναὸν ὃν Παρθενῶνα ὀνομάζουσιν, ἐς τοῦτον ἐσιοῦσιν, ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται, πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει γένεσιν, τὰ δὲ ὄπισθεν ἡ Ποσειδῶνος πρὸς Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς γῆς· αὐτὸ δὲ ἔκ τε ἐλέϕαντος τὸ ἄγαλμα καὶ χρυσοῦ πεποίηται. Μέσῳ μὲν οὖν ἐπίκειταί οἱ τῷ κράνει Σϕιγγὸς εἰκών — ἃ δὲ ἐς τὴν Σϕίγγα λέγεται, γράψω προελθόντος ἐς τὰ Βοιώτιά μοι τοῦ λόγου, καθ' ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν ἐπειργασμένοι. 6. Τούτους τοὺς γρῦπας ἐν τοῖς ἔπεσιν Ἀριστέας ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ ϕησιν Ἀριμασποῖς [τοῖς] ὑπὲρ Ἰσσηδόνων· τὸν δὲ χρυσόν, ὃν ϕυλάσσουσιν οἱ γρῦπες, ἀνιέναι τὴν γῆν· εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοϕθάλμους πάντας ἐκ γενετῆς, γρῦπας δὲ θηρία λέουσιν εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ. 7. Καὶ γρυπῶν μὲν περὶ τοσαῦτα εἰρήσθω· τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ στέρνον ἡ κεϕαλὴ Μεδούσης ἐλέϕαντός ἐστιν ἐμπεποιημένη· καὶ Νίκην τε ὅσον τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρὶ δόρυ ἔχει, καὶ οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν· εἴη δ' ἂν Ἐριχθόνιος οὗτος ὁ δράκων. Ἔστι δὲ τῷ βάθρῳ τοῦ ἀγάλματος ἐπειργασμένη Πανδώρας γένεσις. Πεποίηται δὲ Ἡσιόδῳ τε καὶ ἄλλοις ὡς ἡ Πανδώρα γένοιτο αὕτη γυνὴ πρώτη· πρὶν δὲ ἢ γενέσθαι Πανδώραν οὐκ ἦν πω γυναικῶν γένος. Ἐνταῦθα εἰκόνα ἰδὼν οἶδα Ἀδριανοῦ βασιλέως μόνου, καὶ κατὰ τὴν ἔσοδον Ἰϕικράτους ἀποδειξαμένου πολλά τε καὶ θαυμαστὰ ἔργα.
XXVI,5. Ἔστι δὲ καὶ οἴκημα Ἐρέχθειον καλούμενον· πρὸ δὲ τῆς ἐσόδου Διός ἐστι βωμὸς Ὑπάτου, ἔνθα ἔμψυχον θύουσιν οὐδέν, πέμματα δὲ θέντες οὐδὲν ἔτι οἴνῳ χρήσασθαι νομίζουσιν. Ἐσελθοῦσι δέ εἰσι βωμοί, Ποσειδῶνος, ἐϕ' οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἐκ τοῦ μαντεύματος, καὶ ἥρωος Βούτου, τρίτος δὲ Ἡϕαίστου· γραϕαὶ δὲ ἐπὶ τῶν τοίχων τοῦ γένους εἰσὶ τοῦ Βουταδῶν καὶ — διπλοῦν γάρ ἐστι τὸ οἰκημα — [καὶ] ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν ϕρέατι. Τοῦτο μὲν θαῦμα οὐ μέγα· καὶ γὰρ ὅσοι μεσόγαιαν οἰκοῦσιν, ἄλλοις τε ἔστι καὶ Καρσὶν Ἀϕροδισιεῦσιν· ἀλλὰ τόδε ϕρέαρ ἐς συγγραϕὴν παρέχεται κυμάτων ἦχον ἐπὶ νότῳ πνεύσαντι. Καὶ τριαίνης ἐστὶν ἐν τῇ πέτρᾳ σχῆμα· ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτύρια ἐς τὴν ἀμϕισβήτησιν τῆς χώρας ϕανῆναι.
XXVIII,2. Χωρὶς δὲ ἢ ὅσα κατέλεξα δύο μὲν Ἀθηναίοις εἰσὶ δεκάται πολεμήσασιν, ἄγαλμα Ἀθηνᾶς χαλκοῦν ἀπὸ Μήδων τῶν εἰς Μαραθῶνα ἀποβάντων, τέχνη Φειδίου — καί οἱ ἐπὶ τῆς ἀσπίδος [μάχην] Λαπιθῶν πρὸς Κενταύρους καὶ ὅσα ἄλλα ἐστὶν ἐπειργασμένα λέγουσι τορεῦσαι Μῦν, τῷ δὲ Μυΐ ταῦτά τε καὶ τὰ λοιπὰ τῶν ἔργων Παῤῥάσιον καταγράψαι τὸν Εὐήνορος· ταύτης τῆς Ἀθηνᾶς ἡ τοῦ δόρατος αἰχμὴ καὶ ὁ λόϕος τοῦ κράνους ἀπὸ Σουνίου προσπλέουσίν ἐστιν, ἤδη σύνοπτα, — καὶ ἅρμα κεῖται χαλκοῦν ἀπὸ Βοιωτῶν δεκάτη καὶ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ. Δύο δὲ ἄλλα ἐστὶ ἀναθήματα, Περικλῆς ὁ Ξανθίππου καὶ τῶν ἔργων τῶν Φειδίου θέας μάλιστα ἄξιον Ἀθηνᾶς ἄγαλμα ἀπὸ τῶν ἀναθέντων καλουμένης Λημνίιας.
XXVIII,4. Καταβᾶσι δὲ οὐκ ἐς τὴν κάτω πόλιν, ἀλλ' ὅσον ὑπὸ τὰ προπύλαια πηγή τε ὕδατός ἐστι καὶ πλησίον Ἀπόλλωνος ἱερὸν ἐν σπηλαίῳ... 5. Ἔστι δὲ ῎Αρειος πάγος καλούμενος, ὅτι πρῶτος ῎Αρης ἐνταῦθα ἐκρίθη, καί μοι καὶ ταῦτα δεδήλωκεν ὁ λόγος ὡς Ἁλιῤῥόθιον ἀνέλοι καὶ ἐϕ' ὅτῳ κτείνειε· κριθῆναι δὲ καὶ ὕστερον Ὀρέστην λέγουσιν ἐπὶ τῷ ϕόνῳ τῆς μητρός· καὶ βωμός ἐστιν Ἀθηνᾶς Ἀρείας, ὃν ἀνέθηκεν ἀποϕυγὼν τὴν δίκην. Τοὺς δὲ ἀργοὺς λίθους, ἐϕ' ὧν ἑστᾶσιν ὅσοι δίκας ὑπέχουσι καὶ οἱ διώκοντες, τὸν μὲν Ὕβρεως τὸν δὲ Ἀναιδείας αὐτῶν ὀνομάζουσι.
Павсаний, родом из Малой Азии, жил во II в. при Адриане и Антонинах, автор "Описания Эллады" в 10 книгах, ценного источника по географии, этнографии, археологии, истории искусства, мифологии Греции. Охвачены материковые области, прославившиеся в классическую эпоху. Как сочинения других антикваров римского периода, повествование Павсания о местностях и их достопримечательностях отличается эклектичностью и пестротой. Особый интерес представляет описание афинского акрополя в I книге (главы XXII, XXIV, XXVI, XXVIII). См. Соколов Г. И. Акрополь в Афинах. М.: 1968.
XXII,4. τὰ προπύλαια Пропилеи — создание зодчего Мнесикла в 430-е гг. на месте Пропилей времён Писистрата.
τάς εἰκόνας τῶν ἱππέων вероятно, не сыновья Ксенофонта, а сам Ксенофонт и сын Кимона Лакедемон, причастные к завоеванию Эвбеи.
Νίκης Ἀπτέρου изящный ионийского стиля храм "Бескрылой Ники" на башне (пиргосе) на юго-западе акрополя.
5. ἡρῷον Αἴγεως местонахождение его незвестно.
6. οἴκημα ἔχον γραϕάς картинная галерея-пинакотека, пристроенная к Пропилеям с северной стороны. Сюжеты картин пинакотеки встречаются и в вазовой живописи.
Σκῦρον о взятии Скироса Ахиллом см Гомер. "Илиада", IX,668. Филострат в трактате "Картины" сообщает о картине "Ахилл на острове Скиросе".
Ἀλκιβιάδης о портрете Алкивиада говорит Плутарх в "Алкивиаде" (XVI) и Афиней в "Пирующих софистах" (XII,534).
XXIV,5. Παρθενῶνα храм построен Иктином в 438 г. Статуя Афины-Девы, выполненная в хрисоэлефантинной технике, не сохранилась. В Афинском музее находится её небольшая мраморная копия, известная под названием "Афина Варварикон".
XXVI,5. Ἐρεχθεῖον восточная часть храма посвящена Афине, западная — Посейдону и Эрехтею Эрехтейон знаменит своим портиком кариатид.
διπλοῦν вряд ли можно истолковать это слово как "двухэтажный".
XXVIII,2. ἄγαλμα Ἀθηνᾶς χαλκοῦν имеется в виду фидиева статуя Афины Промахос ("Воительницы").
ἅρμα четвёрка коней, управляемых Никой. Статуе посвящено четверостишие Симонида.
XXVIII,5. ῎Αρειος πάγος на Ареопаге с проповедью к афинянам обратился апостол Павел.
βιβλίον πέμπτον
XV,3. ...Πῶρος 4. εἵλετο οὖν ἐπ' αὐτὸν Ἀλέξανδρον ἐλάσας ξὺν τῇ στρατιᾷ πάσῃ πρὸς τὸ καρτερώτατόν τε τῶν Μακεδόνων καὶ αὐτὸν τὸν βασιλέα διαγωνίσασθαι.
XVII,1. Ἐν τοῦτῳ δὲ οἵ τε Ἰνδοὶ τοὺς ἱππέας πάντοθεν ξυναλίσαντες παρίππευον Ἀλεξάνδρῳ ἀντιπαρεξάγοντες τῇ ἐλάσει, καὶ οἱ περὶ Κοῖνον, ὡς παρήγγελτο, κατόπιν αὐτοῖς ἐπεϕαίνοντο. Ταῦτα ξυνιδόντες οἱ Ἰνδοὶ ἀμϕίστομον ἠναγκάσθησαν ποιῆσαι τὴν τάξιν τῆς ἵππου, τὴν μὲν ὡς ἐπ' Ἀλέξανδρον τὴν πολλήν τε καὶ κρατίστην· οἱ δὲ ἐπὶ Κοῖνόν τε καὶ τοὺς ἅμα τούτῳ ἐπέστρεϕον. 2. Τοῦτό τε οὖν εὐθὺς ἐτάραξε τὰς τάξεις τε καὶ τὰς γνώμας τῶν Ἰνδῶν καὶ Ἀλέξανδρος ἰδὼν τὸν καιρὸν ἐν αὐτῇ τῇ ἐπὶ θάτερα ἐπιστροϕῇ τῆς ἵππου ἐπιτίθεται τοῖς καθ' αὑτόν, ὥστε οὐδὲ τὴν ἐμβολὴν ἐδέξαντο τῶν ἀμϕ' Ἀλέξανδρον ἱππέων οἱ Ἰνδοί, ἀλλὰ κατηράχθησαν ὥσπερ εἰς τεῖχός τι ϕίλιον τοὺς ἐλέϕαντας. 3. Καὶ ἐν τούτῳ οἱ ἐπιστάται τῶν ἐλεϕάντων ἀντεπῆγον τῇ ἵππῳ τὰ θηρία, καὶ ἡ ϕάλαγξ αὐτὴ τῶν Μακεδόνων ἀντεπῄει πρὸς τοὺς ἐλέϕαντας, ἔς τε τοὺς ἐπιβάτας αὐτῶν ἀκοντίζοντες καὶ αὐτὰ τὰ θηρία περισταδὸν πάντοθεν βάλλοντες. καὶ ἦν τὸ ἔργον οὐδενὶ τῶν πρόσθεν ἀγώνων ἐοικός· τά τε γὰρ θηρία ἐπεκθέοντα ἐς τὰς τάξεις τῶν πεζῶν, ὅπη ἐπιστρέψειεν, ἐκεράϊζε, καίπερ πυκνὴν οὖσαν τὴν τῶν Μακεδόνων ϕάλαγγα καὶ οἱ ἱππεῖς οἱ τῶν Ἰνδῶν, τοῖς πεζοῖς ἰδόντεςξυνεστηκὸς τὸ ἔργον, ἐπιστρέψαντες αὖθις καὶ αὐτοὶ ἐπήλαυνον τῇ ἵππῳ. 4. Ὡς δὲ πάλιν ἐκράτησαν αὐτῶν οἱ ἀμϕ' Ἀλέξανδρον, τῇ τε ῥώμῃ καὶ τῇ ἐμπειρίᾳ πολὺ προέχοντες, ὡς ἐπὶ τοὺς ἐλέϕαντας αὖθις κατειλήθησαν. καὶ ἐν τούτῳ πᾶσα ἡ ἵππος Ἀλεξάνδρου ἐς μίαν ἴλην ἤδη ξυνηγμένη, οὐκ ἐκ παραγγέλματος, ἀλλὰ ἐν τῷ ἀγῶνι αὐτῷ ἐς τήνδε τὴν τάξιν καταστᾶσα, ὅποι προσπέσοι τῶν Ἰνδῶν ταῖς τάξεσι ξὺν πολλῷ ϕόνῳ ἀπελύοντο. 5. αὶ ἐς στενὸν ἤδη κατειλημένων τῶν θηρίων οὐ μείω πρὸς αὐτῶν οἱ ϕίλοι ἤπερ οἱ πολέμιοι ἐβλάπτοντο, ἐν ταῖς ἐπιστροϕαῖς τε καὶ τοῖς ὠθισμοῖς καταπατούμενοι. τῶν δὲ οὖν ἱππέων, οἷα δὴ ἐν στενῷ περὶ τοὺς ἐλέϕαντας εἱλουμένων, πολὺς ϕόνος ἐγίγνεντο καὶ οἱ ἡγεμόνες τῶν ἐλεϕάντων οἱ πολλοὶ κατηκοντισμένοι ἦσαν, καὶ αὐτοὶ οἱ ἐλέϕαντες τὰ μὲν τιτρωσκόμενοι, τὰ δὲ ὑπό τε τῶν πόνων καὶ ἐρημίας ἡγεμόνων οὐκέτι διακεκριμένοι ἐν τῇ μάχῃ ἦσαν· 6. ἀλλ' οἷα δὴ ὑπὸ τοῦ κακοῦ ἔκϕρονες ϕιλίοις τε ὁμοῦ καὶ πολεμίοις προσϕερόμενοι, πάντα τρόπον ἐξώθουν τε καὶ κατεπάτουν καὶ κατέκαινον. ἀλλ' οἱ μὲν Μακεδόνες, ἅτε ἐν εὐρυχωρίᾳ τε καὶ κατὰ γνώμην τὴν σϕῶν προσϕερόμενοι τοῖς θηρίοις, ὅπη μὲν ἐπιϕέροιντο εἶκον, ἀποστραϕέντων δὲ εἴχοντο ἐσακοντίζοντες· οἱ δὲ Ἰνδοὶ ἐν αὐτοῖς ἀναστρεϕόμενοι τὰ πλείω ἤδη πρὸς ἐκείνων ἐβλάπτοντο. 7. Ὡς δὲ καματηρά τε ἦν τὰ θηρία καὶ οὐκέτι αὐτοῖς ἐῤῥωμέναι αἱ ἐκδρομαὶ ἐγίγνοντο, ἀλλὰ συριγμῷ μόνον διαχρώμενα ὥσπερ αἱ πρύμναν κρουόμεναι νῆες ἐπὶ πόδα ὑπεχώρουν, αὐτὸς μὲν Ἀλέξανδρος περιβάλλει ἐν κύκλῳ τὴν ἵππον τῇ πάσῃ τάξει, τοὺς πεζοὺς δὲ ξυνασπίσαντας ὡς ἐς πυκνοτάτην ξύγκλεισιν ἐπάγειν τὴν ϕάλαγγα ἐσήμηνε. καὶ οὕτως οἱ μὲν ἱππεῖς τῶν Ἰνδῶν πλὴν ὀλίγων κατεκόπησαν ἐν τῷ ἔργῳ· ἐκόπτοντο δὲ καὶ οἱ πεζοὶ πανταχόθεν ἤδη προσκειμένων σϕίσι τῶν Μακεδόνων. καὶ ἐν τούτῳ ἵνα διέσχεν ἡ ἵππος ἡ Ἀλεξάνδρου ἐς ϕυγὴν πάντες ἐπεστράϕησαν.
Флавий Арриан (ок. 95 — 175 гг.) — ученик философа Эпиктета, крупный императорский чиновник, автор сочинений исторических, географо-этнологических, философских, военных. В "Походе Александра", созданном под влиянием "Анабасиса" Ксенофонта, содержатся сведения о древней Индии, в частности описание битвы Александра с индийским царем Пором в 326 г. до н.э. (V,15,17).
XV,4. Πῶρος — могущественный царь западной Индии (между Гидаспом и Акезином).
XVII,1. οἱ περὶ Κοῖνον конница под командованием Кена.
2. γνώμας здесь "намерения".
τοῖς καθ' αὑτόν на стоящих против него (Александра), т.е. на центр войска Пора.
4. ὡς ἐκράτησαν... ὡς κατειλήθησαν когда... тогда.
5. ἐβλάπτοντο страдательный залог.
οὐκέτι διακεκριμένοι без управления, беспорядочно.
6. κατὰ γνώμην "по усмотрению".
ἐν αὐτοῖς т.е. между слонами.
7. ἐπὶ πόδα лицом к противнику, пятясь.
ἵνα обозначает место.
Λόγος κατηχητικὸς Ἰωάννου τοῦ Χρυσοστόμου
Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Κυριακῇ τοῦ Πάσχα
Εἴ τις εὐσεβὴς καὶ ϕιλόθεος, ἀπολαυέτω ταύτης τῆς καλῆς καὶ ϕαιδρᾶς πανηγύρεως. Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὑτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὤϕλημα. Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετὰ τὴν ἕκτην ἔϕθασε, μηδὲν ἀμϕιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴ τις μόνην ἔϕθασεν τὴν ἑνδεκάτην, μὴ ϕοβηθῇ τὴν βραδύτητα· ϕιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης · καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται· καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ.
Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε. Πλούσιοι καὶ πένητες μετ' ἀλλήλων χορεύσατε. Ἐγκρατεῖς καὶ ῥᾴθυμοι, τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐϕράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυϕήσατε πάντες. Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθῃ πεινῶν. Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Μηδεὶς θρηνήτω πενίαν· ἐϕάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάϕου ἀνέτειλε. Μηδεὶς ϕοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τὸν ᾅδην, ὁ κατελθὼν εἰς τὸν ᾅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ· καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν. Ὁ ᾅδης, ϕησίν ἐπικράνθη, συναντήσας σοι κάτω.
Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη. Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. Ἔλαβε γῆν, καὶ συνήστησεν οὐρανῷ. Ἔλαβε ὅπερ ἔβλεπε, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι. Ἀνέστη Χριστός, καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καὶ χαίρουσιν ῎Αγγελοι. Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Иоанн Хризостом, т.е. Златоуст (ок. 344/354 — 407 гг.) — крупнейший ранневизантийский писатель, принадлежавший к восточным отцам церкви. Уроженец Антиохии, ученик ритора Ливания, с 398 г. патриарх Константинопольский; из-за вражды императорского двора и части духовенства низложен и сослан в Армению, а затем в Пицунду, на пути к которой умер в местечке Команы. Создатель литургии, многих молитв; автор толковательных бесед на библейские темы, злободневных обличительных проповедей-гомилий, обширной переписки периода ссылки. «Огласительное слово в святой и великий день Пасхи Господней» — образец приложения приемов античной риторики к новому, христианскому содержанию. В древней Руси по образцу греческих антологий Иоанна Златоуста создавались нравоучительные сборники "Златоусты", "Златоструи", "Измарагды".
Εἴ τις..., καὶ..., ἐπικράνθη..., ἔλαβε..., ποῦ..., ἀνέστη Χριστός... многократное единоначатие — типичный прием античной риторики.
χαίρων... χαράν игра однокоренными словами.
δηνάριον в широком смысле награды.
τῆς πρώτης ὥρας, τὴν τρίτην... ἕκτην... ἐνάτην ὥραν древнее деление дневной части суток (совр. от 6 до 18 часов) на 1-й, 3-й, 6-й, 9-й часы.
ἑνδεκάτην имеется в виду исход девятого часа.
ποῦ σου, θάνατε, τὸ κέντρον... из пророка Исайи.
τὸ νῖκος (= ἡ νίκη) характерное для позднегреческого языка взаимопроникновение форм разных склонений.
σῶμα... Θεῷ, γῆν... οὐρανῷ, ἔβλεπε... οὐκ ἔβλεπε антитезы.
πολιτεύεται в значении "вступает в права", "господствует".
Αὐτῷ ἡ δόξα... обычное доксологическое заключение молитв, а часто и проповедей.
Ἀμήν "подлинно", "истинно", еврейский возглас, перешедший к христианам из синагогальной практики.
Βίος τοῦ Γεωργίου τοῦ ἀρχιεπισκόπου Ἀμαστρίδος
43.A. Τὰ δὲ ἐξῆς ὡς λίαν παράδοξα. Ἔϕοδος ἦν βαρβάρων τῶν Ῥῶς, ἔθνους, ὡς πάντες ἴσασιν, ὠμοτάτου καὶ ἀπηνοῦς καὶ μηδὲν ἐπιϕερομένου ϕιλανθρωπίας λείψανον· θηριώδεις τοῖς τρόποις, ἀπάνθρωποι τοῖς ἔργοις, αὐτῇ τῇ ὄψει τὴν μιαϕονίαν ἐπιδεικνύμενοι, ἐπ' οὐδενὸς τῶν ἄλλων, ὧν πεϕύκασιν ἄνθρωποι, χαίροντες ὡς ἐπὶ ϕονοκτονίᾳ. B. Τοῦτο δὴ τὸ ϕθοροποιὸν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ τῆς Προποντίδος ἀρξάμενον τῆς λύμης καὶ τὴν ἄλλην ἐπινεμηθὲν παράλιον, ἔϕθασεν καὶ μέχρι τῆς τοῦ ἁγίου πατρίδος, κόπτον ἀϕειδῶς γένος ἅπαν καὶ ἡλικίαν πᾶσαν, οὐ πρεσβύτας οἰκτεῖρον, οὐ νήπια παρορῶν, ἀλλὰ κατὰ πάντων ὁμοῦ τὴν μιαιϕόνον ὁπλίζον χεῖρα τὸν ὄλεθρον ἔσπευδεν διαβῆναι ὅση δύναμις. C. Ναοὶ καταστρεϕόμενοι, ἅγια βεβηλουμένα, βωμοὶ κατὰ τόπον ἐκείνων, σπονδαὶ παράνομοι καὶ θυσίαι, ἡ Ταυρικὴ ξενοκτονία ἐκείνη ἡ παλαιὰ παρ' αὐτοῖς νεάζουσα, παρθένων σϕαγαὶ ἀῤῥένων τε καὶ θηλειῶν· ὁ βοηθῶν οὐδεὶς, ὁ ἀντιπαραταττόμενος οὐκ ἦν· λειμῶνες καὶ κρῆναι καὶ δένδρα σεβαζόμενα· ἡ ἄνωθεν παραχωροῦσα πρόνοια ἴσως διὰ τὸ τὴν κακίαν πληθυνθῆναι, οἷα πολλὰ πεπονθέναι τὸν Ἰσραὴλ παρὰ τῆς Γραϕῆς μεμαθήκαμεν.
"Житие Георгия Амастридского" составлено, вероятно, диаконом Игнатием до 842 г. Георгий в конце VIII — начале IX века был архиепископом византийского города Амастриды (к западу от Синопа). Глава 43 данного "Жития" повествует о раннем этапе русско-византийских отношений, а именно о набеге русских на Византию.
43.A. ὡς λίαν — ὡς усилительная частица.
τοῖς τρόποις и τοῖς ἔργοις dativus limitationis (§95).
ὧν πεϕύκασι ἄνθρωποι по природе присущее людям.
B. καὶ πρᾶγμα καὶ ὄνομα accusativus limitationis.
τῆς τοῦ ἁγίου πατρίδος — т.е. Ἀμαστρίδος.
γένος ἅπαν имеется в виду мужской и женский пол.
διαβῆναι в переходном значении.
ὅση δύναμις подразум. ἦν.
C. ἡ Ταυρικὴ ξενοκτονία автор "Жития" отождествляет русских с так называемыми "тавроскифами".
τὸν Ἰσραήλ Израиль.
τῆς Γραϕῆς Писание в данном случае Ветхий Завет.
Различные этимологии слова Ῥώς рассматриваются в комментариях к сочинению Константина Багрянородного "Об управлении империей" (М., 1989, с. 293-307).
Σύνοψις ἱστοριῶν
551.D. Τὰ δὲ ἐντὸς Εὐξίνου καὶ πᾶσαν τὴν αὐτοῦ παραλίαν ὁ τῶν Ῥὼς Σκυτικόν, ἐπόρθει καὶ κατέτρεχε στόλος (ἔθνος δὲ οἱ Ῥὼς Σκυτικόν, περὶ τὸν ἀρκτῷον Ταῦρον κατῳκημένον, ἀνημερόν τε καὶ ἄγριον), καὶ αὐτῇ δὲ τῇ βασιλίδι δεινὸν ἐπέσειε κίνδυνον οἱ μετ' οὐ πολὺ τῆς θείας πειραθέντες ὀργῆς οἴκαδε ὑπενόστησαν πρεσβεία τε αὐτῶν τὴν βασιλίδα καταλαμβάνει, τοῦ θείου μεταλαχαῖν βαπτισμὸς λιτανεύουσα, ὃ καὶ γέγονε.
589.B. Καὶ τοῖς Ῥὼς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέσθαι τοῦ σωτηρίου βαπτίσματος αἴτιος γέγονε, πεμϕθέντος αὐτοῖς καὶ ἀρχιερέως.
629.D. Δεκάτῃ δὰ καὶ τεττάρτῃ ἰνδικτιῶνι Ἰουνίῳ μηνί, ἐπέλευσις κατὰ τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίων χιλιάδων δέκα.
630.A. Ἐξῆλθεν οὖν κατ' αὐτῶν ὁ πατρίκιος καὶ πρωτοβεστιάριος Θεοϕάνης μετὰ τοῦ στόλου, κἂν τῷ Ἰερῷ προσωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ ἐν τῷ ἐπέκεινα αἰγιαλῷ ναυλοχούντων. Καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τήν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέϕρωσε, τὰ δὲ τελέως ἐτρέψατο. Οἱ περιλεϕθέντες δὲ τῶν Ῥὼς πειραιοῦνται εἰς τὴν ἀνατολὴν καὶ κατὰ τὰ λεγόμενα Σγόρα προσίσχουσιν. Βάρβας δὲ πατρίκιος, ὁ τοῦ Φοκᾶ υἱός, τοὺς αἰγιαλοὺς παρατρέχων μεθ' ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν ἐκπεμϕθέντι τροϕῆς συναντήσας ἐτρέψατο καὶ κατέσϕαξεν. B. Ἀλλὰ μὴν καὶ ὁ δομεστικὸς τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιϕανεῖς μετὰ τῶν ταγμάτων, καὶ ἀποσπάδας τούτους εὑρίσκων τῇδε κἀκεῖσε πλανουμένους, κακῶς διετίθει... C. Καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτήδεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὑπονοστῆναι, ἐδεδίεσαν δὲ τὸν στόλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν ϕυλάττοντα, καιρὸν δ' ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήδια λύσαντες ἀπέπλεον. Οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεοϕάνην, ἀλλὰ γνοὺς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθύς, καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέπονται πάλιν οἱ Ῥὼς. Καὶ τὰ μὲν τῶν σκαϕῶν βυθῷ παρεδόθη, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χερσὶν ἐγένοντο· ὀλίγα δὲ τὴν τοῦ πολέμου διαϕυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν ἀνθ' ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξάμενος καὶ παρακοιμώμενον αὐτὸν προεβάλετο.
636.D. Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν Ῥὼς γαμετή, Ἔλγα τοὔνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρεγένετο ἐν Κωνσταντινουπόλει. Καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἰλικρινοῦς ἐνδειξαμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προαιρέσεως ἐπ' οἴκου ἀνέδραμε.
679.D. Ὁ δὲ Σϕενδοσλάβος παρῄνει μᾶλλον ἔτι ἅπαξ πολεμῆσαι Ῥωμαίοις, καὶ ἢ καλῶς ἀγονισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἢ ἡττηθέντας αἰσχίστης ζωῆς καὶ ἐπονειδίστου εὐκλεᾶ καὶ μακάριον προτιμήσασθαι θάνατον· ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σωτηρίαν πορισαμένοις, εἴπερ μέλοιεν εὐκαταϕρόνητοι ἔσεσθαι τοῖς γειτονοῦσιν ἔθνεσιν, ἃ τὸ πρόσθεν αὐτοὺς ἐδεδίεσαν σϕοδρῶς.
Георгий Кедрин (XI-XII вв.) — византийский историк, автор "Обозрения истории", т.е. всемирно-исторической хроники, доведенной до 1057 г. Часть, охватывающая 811-1057 гг., является по существу пересказом хроники другого византийского историка Иоанна Скилицы (рукопись ее еще не издана). В труде Скилицы-Кедрина говорится о набегах русских на черноморское побережье (551.D), крещении части русских при Василии I (589.B), походе Игоря на Византию в 947 г. (629.D - 630.C), крещении Ольги (636.D), походах Святослава и его речи к войску, осажденному византийцами в Доростоле (679.D).
551.D. ἀρκτῷον Ταῦρον Крым.
τῇ βασιλίδι т.е. Κωνσταντινουπόλει. Описанное событие произошло, по-видимому, в 860 г.
589.B. αἴτιος γέγονε подразум. Βασίλειος.
629.D. ἰνδικτιῶνι индиктион (от лат. indictio налоговое обложение) — пятнадцатилетний цикл, по которому в Византии, начиная с императора Константина, велось летоисчисление (взамен счета по олимпиадам).
630.A. ὁ πατρίκιος патрикий, знатный чиновник двора.
πρωτοβεστιάριος протовестиарий — казначей, хранитель царского гардероба, первый министр двора.
Θεοϕάνης Феофан.
τῷ Ἰερῷ Иерон — место около Фаросского маяка.
τῷ Φάρῳ Фаросский маяк у входа в Боспор.
Σγόρα Сгора — местность в Византии.
Βάρδα ὁ τοῦ Φοκᾶ υἱός Варда, сын Фоки.
B. ὁ δομεστικὸς τῶν σχολῶν доместик, начальник гвардии.
ὁ Κουρκούας Куркуй.
636.D. Ῥωμαίων ромеи, т.е. греки-византийцы.
ἄρχοντος т.е. князя Игоря.
Ἔλγα Ольга.
679.D. ὁ Σϕενδοσλάβος Святослав. В Лаврентьевском списке "Повести временных лет" приводится речь Святослава: "Уже нам некамо ся дети, волей и неволей стати противу. Да не посрамим земли русския, но ляжем костьми ту; мертвыи бо срама не имам; аще ли побегнем, срам имам; не имам бежати, но станем крепко. Аз же пред вами пойду. Аще глава моя ляжет, то промыслите собой".